6. Ἢν μέν τις ἀποτανύσας τὴν χεῖρα ἐν τουτέῳ τῷ σχήματι
7. διατείνῃ, ὁ μῦς τοῦ βραχίονος κατατεταμένος ἐπιδεθήσεται.
8. ἐπὴν δ’ ἐπιδεθεὶς ξυγκάμψῃ τὸν ἀγκῶνα, ὁ μῦς τοῦ
9. βραχίονος ἄλλο σχῆμα σχήσει.
11. Τῷ κατὰ τὴν λέξιν εἰρημένῳ λόγῳ προσθεῖναι χρὴ τὰ
12. λεγόμενα πρόσθεν, ὡς ἐπειδὰν ἄλλο σχῆμα λάβῃ μετὰ τὴν
13. ἐπίδεσιν ὁ μῦς τοῦ βραχίονος, ἔνια μὲν αὐτοῦ θλιβήσεται
14. μέρη βιαίως ὑπὸ τῶν ἐπιδέσμων, ἔνια δὲ χαλαροὺς καὶ περιῤῥέοντας
15. αὐτοὺς ἕξει καὶ συμβήσεται διὰ μὲν τὰ θλιβόμενα
16. μόρια φλεγμονὴν γενέσθαι, διὰ δὲ τὸ χαλαρὸν τῆς
17. ἐπιδέσεως διαστραφῆναι τὸ κῶλον, ὥστ’ οὐ χρὴ μεταβάλλειν
18. τὸ σχῆμα τῆς χειρὸς, ἀλλ’ αὐτὸ ἀεὶ φυλάττειν ἔξ ἀρχῆς
1. ἄχρι τέλους, ὡς καὶ πρόσθεν ἐῤῥέθη. εἰ δ’ αὖ πάλιν ἐμφυλάττῃς,
2. ἐν ᾧ κατατείνας ἐπιδέσεις οὐδὲν μὲν οὔτε χαλαρὸν
3. ἔσται τῆς ἐπιδέσεως οὔτε βιαίως θλῖβον. αὐτὸ δὲ σχῆμα
4. μοχθηρὸν ὑπάρχον, ὡς ἐδείχθη πρόσθεν, ὀδύνην τε παρέξει
5. καὶ δι’ ἐκείνην φλεγμονήν.