2. Καὶ οὕτω κίνδυνος σφακελίσαι τὸ ὀστέον τὸ τῆς πτέρνης.
4. Τὴν ὅλην τῆς οὐσίας ἑκάστου μορίου φθορὰν ὀνομάζουσιν
5. οἱ παλαιοὶ σφακελὸν, ἀλλὰ ἐν τῇ μὲν τῶν σαρκώδων
6. μορίων καὶ ἄλλοις ὀνόμασι χρῶνται. λέγει οὖν αὐτὸς καὶ
7. σαπρὰν σάρκα καὶ μυδῶσαν καὶ σηπομένην καὶ ἄλλα τοιαῦτα
8. ὀνόματα. κατὰ δὲ τοῦ φθειρομένου δι’ ὅλης αὐτῆς οὐσίας
9. ὀστοῦ σφάκελον ἐπιφέρει. συμβαίνει δὲ τοῦτο τὸ πάθημα
10. τοῖς ὀστοῖς, ὅταν ἡ παρακειμένη σὰρξ αὐτοῖς μοχθηροὺς
11. ἰχῶρας γεννῶσα καὶ διαβρέξασα τούτοις αὐτὰ διασήψῃ.