5. Καὶ γὰρ τἄλλα ὅσα μὴ ἐκ τοιούτου τρόπου σφακελίζει,
6. ἀλλ’ ἐν κατακλίσει μελανθείσης τῆς πτέρνης ὑπ’
7. ἀμελείης τοῦ σχήματος ἢ ἐν κνήμῃ τρώματος γινομένου,
8. ἐπικαίρου καὶ χρονίου καὶ κοινοῦ τῇ πτέρνῃ ἢ ἐν μηρῷ
9. ἢ ἐπὶ ἄλλῳ νοσήματι ὑπτιασμοῦ χρονίου γενομένου, ὅμως
10. καὶ τοῖσι τοιούτοισι χρόνια καὶ ὀχλώδεα καὶ πολλάκις
11. ἀναῤῥηγνύμενα, ἢν μὴ χρηστῇ μὲν μελέτῃ θεραπευθῇ,
12. πολλῇ δ’ ἡσυχίῃ, ὥστ’ ἐκ τοῦ τοιούτου τρόπου σφακελίζοντα
13. κινδύνους μεγάλους τῷ σώματι παρέχει πρὸς τῇ
14. ἄλλῃ λύμῃ.
16. Οὐ μόνον, φησὶν, ἐκ τῶν προειρημένων διαθέσεων
17. εἴωθε κακοῦσθαι τὸ τῆς πτέρνης ὀστοῦν, ἀλλὰ καὶ ταῖς
18. χρονίαις ἐπικλίσεσιν, ἃς ὑπτιασμοὺς ὠνόμασεν, ἀμελῶς κειμένη
1. μελαίνεται πολλάκις ἡ πτέρνα. τοιαύτη δὲ θέσις ἐστὶν
2. ὅταν ἐπὶ σκληροῦ τε καίηται καὶ μὴ συνεχῶς ἐπαίρηται,
3. μηδ’ ἀεὶ θερμαινομένη τε καὶ πιλουμένη πρὸς τῶν ὑποκειμένων.
4. διότι αἱρεθεὶς μεταποιεῖν τροχίσκον ἐξ ἐρίου μαλακοῦ,
5. καλοῦσι δὲ ἔνιοι τρόφιον αὐτὸν ἀνάλογον τῷ μεγέθει
6. τῆς πτέρνης ἔχοντα τὴν ἐντὸς ἑαυτοῦ κοιλότητα, καθ’ οὗ
7. κυκλίσκου στηρίζομεν οὕτως τὴν πτέρναν, ὡς αἱρεῖσθαι τὸ
8. κάτωθεν αὐτοῦ μέρος, ὅπως ἄθλιπτός τε ἅμα καὶ διαπνεόμενος
9. καὶ ἀθέρμαντος φυλάττοιτο.