12. Καὶ γὰρ πυρετοὶ ὑπεροξέες, ξυνεχέες, τρομώδεες, λυγγώδεες,
13. γνώμης ἁπτόμενοι καὶ ὀλιγήμεροι κτείνοντές τε.
15. Ἐν τῷ σφακέλῳ τῆς πτέρνης ταῦτα γίγνεσθαί φησιν,
16. οὐ διότι τὸ ὀστοῦν αὐτῆς διαφθείρεται· τούτῳ γὰρ οὐδὲν
17. τῶν ἄνω συνυπάρχει κατὰ τὸν αὐτὸν λόγον ἰδίαν ἔχοντι
18. περιγραφὴν ἐπί τε τὰ πέριξ αὐτῆς σώματά τε ψαύοντα καὶ
1. τὰ συμπεφυκότα μεταλαμβάνειν τοῦ κατ’ αὐτὴν πάθους.
2. διὰ τοῦτο καὶ τῶν ἄνω τοῦ σώματος μερῶν αἱ κακώσεις
3. γίγνονται. ὁ γοῦν τένων ὁ συμφυόμενος αὐτῇ φλεγμήνας
4. εὔδηλον ὅτι καὶ τοὺς κατὰ γαστροκνημίας μῦς ὅλους εἰς
5. συμπάθειαν ἄξει τὴν γένεσιν ἐξ αὐτῶν ἔχων. εἰ δ’ ἐκεῖνοι
6. πάθοιεν οἱ μύες, ἕτοιμον ἤδη καὶ τοῖς εἰς τούτους διασπειρομένοις
7. παθεῖν, ὥσπερ γε καὶ ταῖς ἀρτηρίαις· ἀλλὰ
8. διὰ μὲν τὰς ἀρτηρίας ἡ καρδία συμπαθοῦσα, διὰ δὲ τῆς
9. τῶν νεύρων οὐσίας ὁ ἐγκέφαλος. οὔσης οὖν τῆς καρδίας
10. αὐτῆς τοῦ ἐμφύτου θερμοῦ πηγῆς, τοῦ δ’ ἐγκεφάλου καθ’
11. ἑαυτὸν μὲν ἔχοντος τὸ λογίζεσθαι, διὰ δὲ τῶν μυῶν κινεῖν
12. τὰ μόρια τὰς προαιρετικὰς ὠνομασμένας κινήσεις ἀκόλουθόν
13. ἐστι, πυρετὸν μὲν γίγνεσθαι διὰ τὴν καρδίαν, παραφροσύνας
14. δὲ διὰ τὸν ἐγκέφαλον, τρόμους τε καὶ σπασμοὺς
15. διὰ τοὺς μύας, λύγγας δὲ διὰ τὸν στόμαχον, ἐπειδὴ πλέον
16. μετέχει νεύρων.