2. Γένοιτο δ’ ἂν καὶ φλεβῶν αἱμοῤῥόων πελιώσιες,
3. ναυσιώσιες καὶ γαγγραινώσιες ὑπὸ τῆς πιέσιος, γένοιτο
4. δ’ ἂν ταῦτα ἔξω τοῦ ἄλλου σφακελισμοῦ. ταῦτα μὲν οὖν
5. εἴρηται οἷα τὰ ἰσχυρότατα θλάσματα γίνεται, ταῦτα μέντοι
6. πλεῖστα ἡσυχαίως ἀμφιθλᾶται καὶ οὐδεμίη πολλὴ
7. σπουδὴ τῆς μελέτης, ἀλλ’ ὅμως ὀρθῶς γε δεῖ χειρίζειν.
8. ἐπὴν μέντοι ἰσχυρὸν δόξῃ εἶναι τὸ ἔρεισμα, τά τε εἰρημένα
9. ποιέειν χρή.
11. Αἱμόῤῥους μὲν φλέβας ὀνομάζει τὰς μεγάλας, ἐπειδὴ
12. διαιρουμένων αὐτῶν αἱμοῤῥαγίαι γίγνονται μὴ συμβαίνουσαι
13. κατὰ τὰς μικράς. ὀλίγον τε γὰρ ἐπὶ τούτων ἐκχεῖται τὸ
14. αἷμα καὶ ταχέως περιπήγνυται τοῖς χείλεσι τῆς διαιρέσεως
15. ὃ βλαβήσεται. ναυσιώσεις ὠνόμασεν ἰδίως ἀπὸ τῶν ναυτιώντων
16. καὶ διὰ τοῦτ’ ἐμούντων ποιήσας τοὔνομα. ναυσίαν
17. γὰρ τὴν ναυτίαν ὀνομάζουσιν οἱ Ἴωνες καὶ σχεδὸν ἃς
18. ἔμπροσθεν ἐκχυμώσεις ἐκάλεσε, ταύτας νῦν ναυσιώσεις
1. εἶπεν, ὅταν αἱ φλέβες ἀποπτύουσί τε καὶ οἷον ἐμοῦσιν ἐξ
2. αὐτῶν αἷμα βαρυνόμεναι διά τε τὴν σφῶν αὐτῶν ἀσθένειαν,
3. ἣν ἐκ τοῦ φλεγμαίνειν ἴσχουσι καὶ διὰ τὸ πλῆθός τε καὶ
4. κακίαν αὐτοῦ τοῦ αἵματος. πρόδηλον γὰρ ὡς ἐν τῇ τοιαύτῃ
5. διαθέσει διαφθείρεται. γαγγραινώσεις δὲ φλεβῶν εἶπε τὰς
6. δι’ ὑπερβολὴν τῆς φλεγμονῆς αὐτῶν ἀκολουθούσας νεκρώσεις,
7. τὰ δὲ πάντα φησὶ διὰ τὴν μοχθηρὰν ἐπίδεσιν, ἧς καὶ
8. αὐτῆς ἐστι δύο κεφάλαια, τό τε χωρισθῆναι τὴν πτέρναν
9. ὑπ’ αὐτῆς γυμνὴν γιγνομένην καὶ τὸ θλιβῆναι σφοδρῶς τὰ
10. δεξάμενα τὰς ἐπιβολὰς τῶν ὀθονίων μόρια. μελέτης δὲ
11. πρόδηλον ὅτι τῆς ἐπιμελείας λέγει κατὰ σύνηθες τοῦτο τοῖς
12. Ἴωσι καὶ πολλάκις ἐπὶ τούτου σημαινομένου καὶ αὐτὸς
13. ἐχρήσατο τῇ προσηγορίᾳ.