16. Καὶ τὴν ἐπίδεσιν τὴν πλείστην ποιέεσθαι ἀμφὶ τὴν πτέρνην
17. περιβάλλοντα ἄλλοτε πρὸς τὰ ἄκρα ποδὸς ἀντιπεριβάλλοντα,
18. ἄλλοτε πρὸς τὰ μέσα, ἄλλοτε πρὸς τὰ περὶ
19. τὴν κνήμην. προσεπιδεῖν δὲ καὶ τὰ πλησίον πάντα καὶ
1. ἔνθεν καὶ ἔνθεν, ὥσπερ καὶ πρόσθεν εἴρηται, καὶ ἰσχυρὴν
2. μὲν μὴ ποιέεσθαι τὴν πίεσιν.
4. Τὴν ἐναντίαν ἐπίδεσιν ἐπαινεῖ τὴν τοῖς πολλοῖς συνήθη,
5. ἣν ἔμπροσθεν ἐμέμψατο, καθ’ ἣν ἐκ τῶν ἄλλων μερῶν τοῦ
6. ποδὸς ἐπὶ τὴν φλέβα ἐκτείνεται τὸ αἷμα. προσήκει γὰρ ἐξ
7. ἐκείνης τὰ ἄλλα τὴν περιουσίαν τῶν χυμῶν πτέρνης ἐπιδουμένης,
8. ὡς ἐπὶ τῶν καταγμάτων ἔμπροσθεν ἐπέδειξε καὶ τὰς
9. πλείστας ἐπιβολὰς τῶν ὀθονίων αὐτῆς λαβούσης καὶ ἰσχυρὴν
10. μὲν μὴ ποιεῖσθαι τὴν πίεσιν.