Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.) [n° 110 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, p. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
Andreoni, 1972 (ita).

Hippocratis De fracturis et Galeni in eum commentarius, 2.27, ed. Kühn, 1830, vol. 18b, p. 462-463. urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:2.27


2. Ἄμεινον δὲ καὶ ἐλλέβορον πιπίσκειν αὐθήμερον ἢ τῇ ὑστεραίῃ,
3. ἀπολῦσαι δὲ τριταῖον καὶ αὖθις μετεπιδῆσαι.

5. Οὐ μόνον ἕνεκα τοῦ κενῶσαι τὸ περίττωμα δίδωσιν ἐλλέβορον,
6. ἀλλὰ καὶ τῆς ἀντισπάσεως χάριν. εὔδηλον γὰρ ὅτι
7. τὸν λευκὸν δίδωσιν ὃς ἐμέτους κινεῖ φθάνων εἰς τὴν ἄνω
8. γαστέρα ἐξ ὅλου τοῦ σώματος ἐπισπᾶσθαι, πλὴν εἰς τὰς
9. τῶν ἐντέρων ἕλικας αὐτὸν κατενεχθῆναι. ὅτι δὲ τὸν λευκὸν
10. ἐλλέβορον δίδωσι κἀξ ὦν ἐπιφέρει δῆλον. ἐφεξῆς μὲν
11. γάρ φησιν, ἀλλ’ εἰ μὲν ἀπύρετος ᾖ, φαρμακεύειν ἄνω χρὴ,
12. ὥσπερ εἴρηται. τὸ μὲν δὴ κενοῦσθαι τὰ περιττὰ τῶν οὕτως
13. ἐχόντων, ἀντισπᾶσθαι δὲ πρὸς τἀναντία μόρια τῶν πεπονθότων
14. τοὺς χυμοὺς, ὅτι μεγάλως ὠφελεῖ δῆλον. εἰ δὲ
15. δι’ ἐλλεβόρου λευκοῦ τοῦτο ποιητέον, οὐκέτι δῆλον. εἴωθε
16. γὰρ ἐνίοτε πνίγειν, ὅταν χυμοὺς παχεῖς ἢ γλίσχρους ἐν αὑτῷ
17. πολλοὺς τὸ σῶμα περιέχει, διὸ καὶ προδιαλύομεν αὐτοὺς
1. τῇ λεπτυνούσῃ διαίτῃ χρώμενοι, περὶ ἧς ὅλον ἔχεις ἡμέτερον
2. ὑπόμνημα. τὸ τοίνυν διδόναι τὸν ἐλλέβορον ἄνευ τοῦ
3. προδιαιτῆσαι σφαλερὸν, ἀδήλου γε ὄντος ἐπὶ πολλῶν ὁποίους
4. ἔχει τὸ σῶμα χυμούς. ἴσως οὖν ἐπὶ τῶν τότε σωμάτων
5. ἀκινδύνως ἐχρῆτο τῷ λευκῷ ἐλλεβόρῳ διὰ τὴν δίαιταν ὧν
6. ἐθεράπευεν ἀνθρώπων, οὐκ ἀπολαυστικὴν καὶ ἀργὸν οὖσαν,
7. ἀλλ’ ἐν πόνοις μὲν πολλοῖς, ἐδέσμασι δὲ ὀλίγοις, ὡς μὴ πάχος
8. ἀθροίζεσθαι χυμῶν. ἴσμεν γὰρ ὅτι τοὺς τοιούτους ἀργίαι
9. τε καὶ πλησμοναὶ γεννῶσιν. εἰ δὲ καὶ τὴν ἰσχὺν ἐννοήσεις
10. τῶν τότε σωμάτων ἐκ τῆς εἰρημένης διαίτης γιγνομένην,
11. ἔτι καὶ μᾶλλον αὐτῷ συγχωρήσεις ἐλλέβορον αὐτοῖς
12. διδόναι, δυναμένων γε τῶν τότε ἀνθρώπων ἀντέχειν πρὸς
13. τὰς τῶν ἐμέτων ταλαιπωρίας.

Cliquer un n° de page pour en afficher l’image