16. Σημεῖα δὲ τάδε ἢν παλιγκοταίνει ἢ οὔ. ἐπὴν μὲν τὰ ἐκχυμώματα
17. τῶν φλεβῶν καὶ τὰ μελάσματα καὶ τὰ ἐγγὺς
1. ἐκείνων ὑπέρυθρα γίνεται καὶ ὑπόσκληρα, κίνδυνος
2. παλιγκοτῆσαι.
4. Τὰ κακοήθη παθήματα παλίγκοτα καλεῖ καὶ
5. τὸ παλιγκοταίνειν τὸ οἷον πάλιν κακοηθεύεσθαι. σημεῖα δέ
6. σε διδάσκει τῆς κακοηθείας τῶν προκειμένων ὑπὲρ ὦν ὁ
7. λόγος, ἅτινα σημεῖα τὸ κεφάλαιον ἔχει φλεγμονῆς γένεσιν,
8. ἣ ἀντὶ παντὸς ἐφυλάττετο μὴ γενέσθαι. πάσης οὖν φλεγμονῆς
9. ἐρυθρότερόν τε καὶ σκληρότερον ἐργαζομένης τὸ δέρμα,
10. τούτων οὐδ’ ἕτερον χρὴ γενέσθαι κατὰ τὰ πεπονθότα μόρια.
11. μαλακὰ δὲ εἶναι καὶ ὑπόχλωρα τὰ ἐκχυμώματα δεῖ. βούλεται
12. γὰρ ἐκπυΐσκειν αὐτὰ χωρὶς φλεγμονῆς, ὥστε τοῦ μὲν μὴ φλεγμαίνειν
13. ἐστὶ σημεῖον, εἰ μαλακότης μὲν ὑπάρχει τοῖς μέλεσιν,
14. ἐρυθρότης δὲ οὐχ ὑπάρχει. τοῦ δὲ μὴ ἐκπυῆσαι τὸ
15. οὐδ’ ἕτερον ἔχειν χρῶμα, μήτε τὸ ἐρυθρὸν μήτε τὸ μέλαν.
16. τὸ μὲν γὰρ ἐρυθρὸν φλεγμαίνειν αὐτὰ, τὸ δ’ ὅλως ἤδη μέλαν
17. μήτε κρατεῖσθαι μήτε πέττεσθαι ὑπὸ τῆς φύσεως,
18. ἀλλά γε θρόμβος τὸ αἷμα. τοῦτο γὰρ αὐτῷ συμβαίνει χρονιζομένῳ,
1. κἂν ἐντὸς τοῦ σώματος ἐκχυθῇ, κἀνταῦθα μὲν
2. οὐδέποτ’ ἐκπυΐσκεται, κατὰ δὲ τὸ σῶμα κρατούσης μὲν τῆς
3. φύσεως εἰς πῦον μεταβάλλει, μὴ κρατούσης δὲ σήπεται τὸν
4. αὐτὸν τρόπον ὥσπερ ἐκτὸς ἢ καὶ μᾶλλον, ὅτι θερμόν ἐστι
5. τὸ χωρίον ἐν ᾦ περιέχεται.