Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.) [n° 110 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, p. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
Andreoni, 1972 (ita).

Hippocratis De fracturis et Galeni in eum commentarius, 2.29, ed. Kühn, 1830, vol. 18b, p. 465-467. urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:2.29


8. Ἀλλ’ ἢν μὲν ἀπύρετος ᾖ, φαρμακεύειν ἄνω χρὴ, ὥσπερ εἴρηται,
9. καὶ ὅσα μὴ ξυνεχῆ πυρεταίνηται· ἢν δὲ ξυνεχῆ
10. πυρεταίνηται, μὴ φαρμακεύειν. ἀπέχειν δὲ σιτίων καὶ
11. ῥοφημάτων, ποτῷ δὲ χρῆσθαι ὕδατι καὶ μὴ οἴνῳ, ἀλλὰ
12. ὀξυγλυκεῖ.

14. Σύνηθες αὐτῷ τὸ φαρμακεύειν οὐκ ἐπὶ πάσης προσφορᾶς
15. φαρμάκου λέγειν, ἀλλ’ ἐπὶ τῆς τῶν καθαιρόντων μόνης.
16. ἐκέλευσε δὲ νῦν ἐλλέβορον αὐθημερὸν ἢ τῇ ὑστέρῃ
17. διδόναι, πρὶν ἄρξασθαι φλεγμαίνειν δηλονότι τὰ μόρια καὶ
18. πυρέττειν τὸν ἄνθρωπον. εἰ δὲ πυρετῆναι φθάσειεν, εἰ δὲ
1. ἐπιεικῶς ὅμως ἐπιδιδόναι τὸν ἐλλέβορον, ἡμεῖς δὲ οὐδ’ ἀπυρέτῳ
2. τολμῶμεν διδόναι, εἰ σφοδρῶς, οὐδὲ δίδωσιν, ἀλλὰ καὶ
3. σφοδροτάτως διαιτᾷ, μήτε σιτία μήτε ῥοφήματα προσφέρων
4. ἐπὶ ποτοῦ τε μόνου διαιτῶν οὐκ οἴνου δηλονότι, τοῦτο
5. γὰρ εὔδηλον, εἰ καὶ μηδὲν αὐτῷ ἐγεγράφει, κωλύων
6. διδόναι τὸν οἶνον, ἀλλ’ ἐπὶ τοῦ καλουμένου ὀξυγλυκέος ἢ καὶ
7. μελικράτου. τούτοις γὰρ χρῆται ποτοῖς ἐν τῇ λεπτοτάτῃ
8. διαίτῃ καὶ τρίτῳ πρὸς αὐτοῖς ὀξυμέλιτι, ὃ διὰ μέλιτος καὶ
9. ὄξους σκευάζεται. τὸ δ’ ὀξυγλυκὲς γλυκυτάτων κηρίων ἐστὶν
10. ἀπόβρεγμά τε καὶ ἀφέψημα, καθάπερ ἔτι καὶ νῦν γίγνεται
11. κατὰ τὴν Ἑλλάδα τρόπῳ τῷδε, κηρίον ἐκθλίψαντες τὸ μέλι
12. βάλλουσιν εἰς λέβητα καθαρὸν ὕδωρ ἔχοντα, κἄπειτα ἑψήσαντες,
13. ἄχρις ἂν ἱκανῶς αὐτοῖς δόξῃ τὰ κηρία τὴν ἐν αὐτοῖς
14. ὑγρότητα πᾶσαν ἐναποτεθεῖσθαι τῷ ὕδατι, κατατίθενται
15. καὶ φυλάττουσι καὶ χρῶνται τοῦ θέρους, ὡς ἂν ἀδίψῳ
16. πόματι κεραννύντες ὕδατι ψυχρῷ. τούτῳ τοίνυν τῷ ὀξυγλυκεῖ
17. χρῆσθαι καὶ ὁ Ἱπποκράτης κελεύει χρῆσθαι δ’ ἂν
18. καὶ μελικράτῳ μὴ παρόντος αὐτοῦ, οὐ μὴν ὀξυμέλιτί
1. γε συμφέρει χρῆσθαι πεπονθότων νευρωδῶν μορίων.
2. ἅπτεται γὰρ αὐτῶν τὸ ὄξος, ὡς ἥ τε πεῖρα διδάσκει καὶ
3. αὐτός σοι ἐδήλωσεν· ἀλλ’ ἐφ’ ὦν ἐστὶν ὀξυμέλιτος χρεία
4. ἐδίδαξέ σε κατὰ τὸ περὶ διαίτης ὀξέων, ὃ τινὲς μὲν ἐπιγράφουσι
5. πρὸς τὰς κνιδίας, οὐκ ὀρθῶς, ἔνιοι δὲ περὶ πτισάνης,
6. οὐδ’ οὗτοι καλῶς.

Cliquer un n° de page pour en afficher l’image