8. Δικαιοτάτη οὖν βραχίονος κατάτασις ἥδε. ξύλον
9. πηχυαῖον ἢ ὀλίγῳ βραχύτερον, ὁποῖοι οἱ στειλαιοί εἰσι
10. τῶν σκαφίων, κρεμάσαι χρὴ ἔνθεν καὶ ἔνθεν σειρῇ δήσαντα.
11. καθίσαντα δὲ τὸν ἄνθρωπον ἀπὸ ὑψηλοῦ τινος
12. τὴν χεῖρα ὑπερκεῖσθαι, ὡς ὑπὸ τῇ μασχάλῃ γένηται ὁ
13. στειλαιὸς ἔχων ξυμμέτρως, ὥστε μόλις δύνασθαι καθικνεῖσθαι
14. τὸν ἄνθρωπον σμικροῦ δέοντα μετέωρον εἶναι.
15. ἔπειτα θέντα τι ἄλλο ἔφεδρον καὶ ὑποθέντα σκύτινον
16. ὑποκεφάλαιον ἢ ἓν ἢ πλείω, ὅκως ξυμμέτρως σχοίη ὕψιος
17. τοῦ πήχεος πλαγίου πρὸς ὀρθὴν γωνίην. ἄριστον μὲν σκότος
18. πλατὺ καὶ μαλθακὸν ἢ ταινίην πλατείην ἀμφιβάλλοντα τῶν
1. μεγάλων τι σταθμίων ἐξαρτῆσαι, ὅ τι μετρίως ἕξει κατατείνειν,
2. εἰ δὲ μὴ, τῶν ἀνδρῶν ὅστις ἐῤῥωμένος
3. ἐν τούτῳ σχήματι τοῦ πήχεος παρὰ τὸν ἀγκῶνα καταναγκαζέτω
4. ἐς τὸ κάτω.
6. Ὅτι τῇ φύσει δικαιοσύνης ἐστὶ τὸ οἰκεῖον νέμειν ἑκάστῳ
7. οὐ κατὰ νόμον, ἀλλὰ τὸ κατὰ τὴν ἑαυτοῦ φύσιν ἔν τε
8. τοῖς κατὰ φιλοσοφίαν ἐπιδέδεικται λόγοις. εἴρηται δὲ διὰ
9. τῶν ἔμπροσθεν ἤδη καὶ πρός γε τούτῳ λέλεκται δίκαιον εἶναι
10. σχῆμα τὸ φυλάττον ἑκάστου τῶν ἐν τῷ κώλῳ μορίων
11. τὴν οἰκείαν θέσιν. ἐδείχθη δὲ ταὐτὸ τοῦτο καὶ ἀνωδυνώτατον
12. εἶναι τῶν ἄλλων ἁπάντων ὅπερ ἐστὶν ἔν τε τῇ χειρὶ
13. τοῦ βραχίονος ἐν ὀρθῇ γωνίᾳ τὴν πρὸς τὸν πῆχυν ἐργαζόμενον
14. σχέσιν. ἐν τούτῳ δὴ τῷ σχήματι καταστήσαντα τὴν
15. ὅλην χεῖρα κελεύει τὸν μὲν ἄνθρωπον καθίσαι, παραθεῖναι
16. δ’ αὐτῷ ἔμπροσθεν ξύλον ἐγκάρσιον τηλικοῦτόν τε καὶ τοιοῦτον
17. ἡλίκον τε καὶ ὁποῖον τῶν σκαφείων εἰσὶν οἱ στειλαιοί.
18. σκαφίας δὲ δηλονότι κέκληκε δι’ ὧν σκάπτομεν τὴν γῆν
1. ἐν οἷς εἰσι καὶ αἱ καλούμεναι δίκελλαι, σμινύας δ’ αὐτὰς
2. ὀνομάζουσιν οἱ Ἀττικοί. βούλεται δὲ τὸ παρατεταμένον ξύλον
3. μὲν εἶναι ἀκίνητον, ὡς μήτε ἀνωτέρω μήτε κατωτέρω
4. μεθίστασθαι κατὰ τὴν χειρουργίαν. ἔξεστι δὲ τοῦτο σειραῖς
5. αὐτοῦ δεθέντος ἐξ ἑκατέρου τῶν περάτων, ἃς σειραῖς
6. ἐνῆφθαι χρὴ πρὸς ὑψηλόν τι χάριν τοῦ κρέμασθαι τὸν
7. στειλαιόν. ὑποβάλλειν οὖν πρόσθεν αὐτοῦ τὸν θεραπευόμενον
8. ἀξιοῖ τὴν χεῖρα, τοῦτο δ’ ἔσται κατὰ τὴν μασχάλην ἐνταθέντος
9. ἐγκαρσίου τοῦ στειλαιοῦ. τὸν δ’ ἄνθρωπον αὐτὸν
10. οὗ καταγεὶς ὁ βραχίων κελεύει καθίζειν οὕτως ὑψηλὸν, ὡς
11. μικροῦ δεῖν μετέωρον εἶναι. καθίζειν μὲν οὖν αὐτὸν προστάττει
12. βουλόμενος αὐτὸν ἐξαρκέσαι τῇ χειρουργίᾳ καὶ μὴ
13. κάμνειν ἑστῶτα. μὴ ταπεινὸν δὲ τοῦτο πράττειν, ἀλλ’ ὡς
14. ἄν τις μάλιστα καθήμενος ὑψηλότερος γένηται. καὶ διὰ
15. τὸν ἰατρὸν μὲν ὅπως ὀρθῶς ἐνεργοῖτο καὶ μὴ ἐπὶ πλεῖστον
16. ἀναγκάζοιτο νεύειν κάτω. χειριζομένῳ δ’ αὐτῷ βέλτιον οὕτω
17. καθῆσθαι· πεφύκασι γὰρ ἐν ταῖς κατατάσεσι τῆς χειρὸς οἱ
18. κάμνοντες ὀδυνώμενοι καὶ συνακολουθοῦντες τοῖς κατατείνουσιν,
1. ἐπανατίθεσθαί τε καὶ μηκέτι φυλάττειν ἀκριβῶς τὴν
2. ἐξ ἀρχῆς ἕδραν. ἐν τούτῳ δὲ συμβαίνει τὴν κατάτασιν
3. ἐκλύεσθαι. ὅπως οὖν μὴ γίγνοιτο τοῦτο καὶ τὸν ἔσχατον
4. ὅρον τῆς ὑψηλῆς καθήσεως τὸν πεπονθότα σχηματίζει
5. μετέωρον, εἰ βραχὺ μετεωρισθείη, στήσεται. τοῦτο δὲ
6. ποιήσας οὔτ’ αὐτὸς ἑαυτὸν οὔτε τοὺς ἄλλους λήσεται, μὴ
7. λαθὼν δὲ ῥᾳδίως αὖθις ἐπὶ τὸ πρῶτον σχῆμα πρὸς τὸ τῶν
8. ἄλλων ἀχθήσεται καὶ αὐτὸς ἐφ’ ἑαυτό. καὶ μὲν δὴ καὶ ὅτι
9. τοῖς μὲν οὕτω καθημένοις ἐπὶ τὸ στῆναι βραχυτάτη μεταβολὴ,
10. τοῖς ταπεινοῖς δὲ παμπόλλη, ὥστε καὶ τὴν ἐκ τοῦ μεταβάλλειν
11. τε τῆς καθέδρας σχῆμα βλάβην ἐσομένην ἐλαχίστην
12. μὲν γίγνεσθαι τοῖς ὑψηλοῖς καθημένοις, μεγίστην δὲ
13. τοῖς ταπεινοῖς. εὔδηλον οὖν ὅτι διὰ τοῦτο χρῆται καὶ τῷ
14. πλαγίῳ ξύλῳ κατὰ τὴν μασχάλην, ἵνα μὲν κατατεινομένης
15. τῆς χειρὸς ἀκολουθῶν ὁ ἄνθρωπος ἐκλύῃ τὴν τάσιν, ὅπερ
16. ἡμεῖς εἰώθαμεν ἄνευ ξύλου πολλάκις ἐργάζεσθαι διὰ βρόχων
17. περιβεβλημένων τῇ μασχάλῃ. χρὴ δὲ δηλονότι τῶν βρόχων
18. τούτων τὰ πέρατα τείνεσθαι πρὸς τοὐπίσω, καθάπερ πάλιν
19. ἑτέρων βρόχων περιθέσει διατείνομεν ἐφ’ ἑκάτερον τὸ κατεαγὸς
1. ὀστοῦν, ὅταν ἡ διὰ τῶν χειρῶν κατάτασις ἐνδεεστέρα
2. τοῦ προσήκοντος ᾖ. ταύτης δέ ποτε μόγις ἐλπὶς εἰς
3. ἀνύσειν τὸ δέον, ὥσπερ ἐπὶ τῶν παιδίων οὐδεμία χρεία βρόχων,
4. ἔτι δὲ μᾶλλον οὐδ’ ὀργάνων ἐχόντων ἄξονας, οἷς
5. περιβάλλοντες τὰ πέρατα τῶν βρόχων ἰσχυροτέραν ἐργαζόμεθα
6. τὴν ἀντίτασιν καὶ μάλιστά γε τούτῳ τῷ τρόπῳ τῆς
7. ἀντιτάσεως ἐπὶ τῶν ἐξαρθρημάτων χρώμεθα. τοῦ δὲ νῦν
8. ἀξιουμένου γίγνεσθαι τρόπου κατατάσεως οἷόν τι καὶ τοῦτ’
9. ἔστιν, ἐστηρίχθαι βούλεται τὸν πῆχυν ἐπί τινος, ὃ οὗτος
10. ὠνόμασεν ἔφεδρον, τουτέστιν ἐπί τινος τοιούτου ἐφ’ οὗ καθεζόμενος
11. ἑδραίως ἐπικειμένων αὐτῷ σκυτίνων ἐπικεφαλαίων
12. εἴτ’ ἐξάπτεται κατὰ τὸ κάτω πέρας τοῦ βραχίονος, τὸ
13. κατ’ ἀγκῶνα τῶν βάρος ἐχόντων τι σωμάτων. αὐτὸς δ’
14. εἶπε τῶν σταθμίων τι, ταῦτα δέ ἐστιν οἷς χρώμεθα συνήθως
15. ἐξ ὕλης χαλκοῦ καὶ σιδήρου καὶ μολύβδου γεγονός· καὶ μέντοι
16. καὶ ὡς ἱμάντα χρὴ πλατὺν καὶ μαλθακὸν ἢ ταινίαν εὔτονον
17. δηλονότι περιβεβλῆσθαι τῷ κάτω πέρατι τοῦ βραχίονος,
18. ἐξ οὗ τῶν σταθμίων ἡ ἐξάρτησις ἔσται.