Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.) [n° 110 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, p. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
Andreoni, 1972 (ita).

Hippocratis De fracturis et Galeni in eum commentarius, 2.32, ed. Kühn, 1830, vol. 18b, p. 469-471. urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:2.32


13. Ὅσα δὲ σὺν σκληρύσμασι πελιοῦται κίνδυνος μὲν μελανθῆναι.

15. Καὶ τὸ κατὰ τῆς γῆς ἐκχεόμενον αἷμα ποτὲ
16. μὲν ἄχρι πολλοῦ διαμένει, ποτὲ δὲ ξανθότερον γίγνεται,
17. ποτὲ δὲ ἐπὶ τὸ μελάντερον τρέπεται, καί ποτε σαφῶς γίγνεται
18. μέλαν. εἰκὸς μὲν οὖν καὶ διὰ τὸ ὑπερέχον ἤτοι γ’
1. αἴθριον ἢ ζοφῶδες ὂν ἢ ὑγρὸν ἢ ξηρὸν ἢ θερμὸν ἢ ψυχρὸν
2. εἰς διαφόρους ἀφικνεῖσθαι χροιὰς αὐτό. τὴν δ’ οὖν
3. μεγίστην αἰτίαν τῆς τῶν χρωμάτων ἀπαλλαγῆς ἐξ αὐτῶν λαμβάνων
4. διαφερόντως, ὡς ἑκάστῳ τῶν ἀνθρώπων ἢ τοῖς μὲν
5. μελαγχολικώτερόν ἐστι, τοῖς δὲ φλεγματωδέστερον ἢ ὑδατωδέστερον
6. ἢ τῆς ξανθῆς ἢ ὠχρᾶς οὐκ ὀλίγον ἔχον χολῆς.
7. οὕτως οὖν καὶ τοῖς τῶν ζώων σώμασιν, ἐπειδὰν ἐκχυθὲν
8. τῶν φλεβῶν εἰς διαφόρους ἀφικνεῖται χροιὰς, ὅταν γε μὴ
9. κρατῆται καὶ μεταβάλληται πρὸς τῶν περιεχόντων αὐτὸ
10. σωμάτων εἰς πῦον. εἰκὸς οὖν ἐνίοτε κατὰ τοῦτον τὸν καιρὸν
11. πελιδνὸν φαίνεσθαι, διότι τὸ μὲν πελιδνὸν σῶμα μεταξὺ
12. τοῦ τ’ ἀκριβῶς μέλανός ἐστι καί τινος τῶν εὐανθῶν, ὁποῖα
13. μάλιστά ἐστιν ἐρυθρόν τε καὶ ξανθὸν, ὅπερ καὶ αὐτὸ χρῶμα.
14. λέγω δὲ τὸ πελιδνὸν ἐκ τῶν εὐανθῶν εἰς τὸ μέλαν ἀφικνουμένων
15. συμπίπτειν εἴωθεν ἢ ἐκ τοῦ μέλανος ἐπὶ τὸ λευκὸν,
16. ὅταν ἐκπυΐσκηται. πολλάκις γοῦν ἰδεῖν ἐστι τά τε ὡς μεμελασμένα
17. κατὰ τὴν εἰς πῦον μεταβολὴν ἀρχομένην πελιδνὰ
18. φαίνοντα. κατὰ βραχύ τε τοῦ μέλανος μὲν ἀποχωροῦντα,
1. πρὸς δὲ τὴν τοῦ πυρὸς χρόαν ἐρχόμενα λευκότερα γίγνεται.
2. τεφρώδης γάρ ἐστιν ἡ τοῦ πύου χρόα. νῦν οὖν ὁ Ἱπποκράτης
3. διδάσκει σε διορισμὸν ἐπὶ τοῖς ἐκχυμώμασιν ὀφθεῖσι
4. πελιδνοῖς· ἐὰν μὲν γὰρ κατὰ σκληρότητα, αὐτοῖς τοῦθ’ ὑπάρχει,
5. φλεγμαίνει τὰ μόρια, χωρὶς δὲ σκληρότητος ἀφλέγμαντον
6. διαμένει. τὰ μὲν οὖν ἀφλέγμαντα τὴν φύσιν ἐῤῥῶσθαι δηλοῖ
7. καὶ τὸ τῶν φλεβῶν ἐκκεχυμένον αἷμα πεφθήσεσθαι καὶ
8. πῦον ἔσεσθαι, τὰ δὲ φλεγμαίνοντα ἀῤῥωστίαν τῆς φύσεως
9. διὰ τὴν ἀσθένειαν τῶν φλεγμαινόντων μορίων καὶ διὰ τὸ
10. πλῆθος τοῦ περιεχομένου κακοχύμου μὴ πέττειν τὸ ἐκχύμωμα
11. μήτε ἐκπυΐσκειν. λείπεται οὖν αὐτὸ μελανθῆναί τε
12. καὶ διαφθαρῆναι.

Cliquer un n° de page pour en afficher l’image