15. Τὸν δὲ πόδα ἐπιτηδεύειν χρὴ ὅκως ἀνωτέρω τοῦ ἄλλου σώματος
16. ἔσται τὰ πλεῖστα ὀλίγον. ὑγιὴς δ’ ἂν γένοιτο ἐν
17. ἑξήκοντα ἡμέρῃσιν, εἰ ἀτρεμέοι.
1. Εἰς μὲν τὸν ταπεινότερον πόδα τὸ ἐκ τοῦ σκέλους
2. ἐπιῤῥέον αἷμα γεννήσει φλεγμονὴν, εἰς δὲ τὸν ὑψηλότερον
3. οὐδὲν μὲν ἐπιῤῥεῖ καὶ διὰ τοῦτο πάντως αὐτὸν ὑψηλότερον
4. θετέον, οὐ μὴν πολλῷ γε. προσέρχεται γὰρ ὀδύνη τῇ τοιαύτῃ
5. θέσει χρονιζομένῃ, τὰ δ’ ὀδυνώμενα φλεγμαίνει. ὅρος γοῦν
6. τῆς ὑψώσεως τοῦ ποδός ἐστι τὸ ἀνώδυνον σχῆμα. τοῦτο
7. δ’ εὑρήσεις εἰ πειραθείη τηνικαῦτα τεινόμενον, ὅταν ὀλίγον
8. ὑψωθῇ τὸν πόδα.