11. Ἡ δὲ κνήμη δύο ὀστέα ἐστὶ, τῇ μὲν συχνῷ λεπτότερον
12. τὸ ἕτερον τοῦ ἑτέρου, τῇ δὲ οὐ πολλῷ λεπτότερον.
14. Ἡ λέξις δ’ αὐτὴ μαρτυρεῖν δόξει τοῖς φάσκουσι καὶ
15. πῆχυν καὶ βραχίονα καὶ κνήμην καὶ μηρὸν ὑφ’ Ἱπποκράτους
16. ὀνομάζεσθαι μὴ τὸ συγκείμενον ἅπαν ἔκ τε τῶν ὀστῶν
17. καὶ τῶν ἀμφ’ αὐτὰ σωμάτων, ἀλλὰ μόνα τὰ ὀστᾶ, οὐ μὴν
18. ὅτι γε οὐ μόνον οὕτως λέγεται δηλοῦται διὰ τῆς λέξεως,
1. ἀλλ’ ὅτι καὶ οὕτως ὡς ἐγχωρεῖ διττὸν ἀπ’ αὐτοῦ λέγεσθαι
2. τὰ τοιαῦτα πάντα καθάπερ ὑπέλαβον εἶναι οἱ ποτὲ μὲν
3. ἐπὶ τῶν ὀστῶν μόνον τιθέντες αὐτῶν τὴν προσηγορίαν, ποτὲ
4. δὲ συμπεριλαμβάνοντες καὶ τὰ περικείμενα πάντα, ὥστε κνήμην
5. ὀνομάζεσθαι τὸ μεταξὺ τῆς κατὰ γόνυ διαρθρώσεως.
6. ὅτι δὲ δυοῖν ὀστῶν ἐνταῦθα τὸ μὲν ἕτερον ἀμφοῖν ὀνομάζεται
7. κνήμη, τὸ δ’ ἕτερον περόνη, καὶ ὅτι πλατύτερον μέν
8. ἐστιν ἡ κνήμη, λεπτότερον δὲ ἡ περόνη, καὶ ὅτι τὸ μέσον
9. μὲν καὶ ἄσαρκον ἐν ὅλῳ τῷδε τῷ μορίῳ κατὰ μῆκος ἐκτεταμένον
10. ἄνωθεν κάτω ἐπὶ τῶν ἰσχνῶν φαινόμενον, ὅπερ
11. ἀντικνήμιον ὀνομάζουσι τῆς κνήμης ἐστὶ μέρος, οὐ τῆς περόνης,
12. ὅσα τ’ ἄλλα τῶν ὀστῶν ἐπίστασθαι προσήκει, λέλεκται
13. πάντα κατὰ τὸ περὶ τῶν ὀστῶν ἡμέτερον ὑπόμνημα
14. τοῖς εἰσαγομένοις γραφέν.