17. Ξυνέχεται δὲ ἀλλήλοισι τὰ πρὸς τοῦ ποδὸς καὶ ἐπίφυσιν
18. κοινὴν ἔχει.
1. Τοῦ κοινὴν ὀνόματος οὐχ οὕτως προσῆκεν ἀκούειν, ὡς
2. συνεχῆ λέγοντος αὐτοῦ τὴν ἐπίφυσιν εἶναι καὶ μίαν ἀκριβῶς,
3. ἀλλ’ ὡς ἐζευγμένων ἀμφοτέρων τῶν ἐπιφύσεων καὶ
4. συνεχομένων εἰς ἑνὸς τὴν φαντασίαν. οὐδενὸς γὰρ ἀλλήλαις
5. κοινωνοῦσιν αἱ ἐπιφύσεις, ὡς μίαν δοκεῖν εἶναι. τὰ γυμνὰ
6. δ’ αὐτῶν μόρια τὰ τελευταῖα περιφερῆ κατὰ τὸ σχῆμα καλεῖται
7. μὲν οὐκ ὀρθῶς ὑπό τινων ἀστράγαλον. συνεχὴς γὰρ
8. τένων τὸν ἀστράγαλον ἔχων ἔνδον, ὡς καὶ δι’ αὐτοῦ οὕτω·
9. κατακρυπτόμενος ἀφανής ἐστι καὶ πρὸς τὴν ἁφὴν καὶ πρὸς
10. τὴν ὄψιν.