17. Μακρότερον δὲ τὸ ἕτερον ὀστέον σμικρῷ τὸ κατὰ τὸν σμικρὸν
18. δάκτυλον. ἡ μὲν φύσις τοιαύτη τῶν ὀστέων τῶν
19. ἐν τῇ κνήμῃ.
1. Μακρότερον ὅπερ ἐγὼ γράφειν οὕτως ἀξιῶ, μικρότερον
2. δ’ ἐστὶ τὸ ἕτερον ὀστοῦν κατὰ σμικρὸν δάκτυλον, καὶ εἰ
3. οὕτως ἔγραψεν αὐτὸς ὁ Ἱπποκράτης, οὕτως πέπειστο τὴν
4. κατὰ τὸ γόνυ τῆς κνήμης ἐπίφυσιν κοινὴν ἀμφοτέρων εἶναι
5. ὀστῶν, οὐ μόνης τῆς κνήμης, ἁπλῶς ἔσται μακρότερον καὶ
6. οὐ κατὰ τὸ κάτω πέρας μόνον.