9. Ὀλισθαίνει δὲ ἔστιν ὅτε τὰ πρὸς τοῦ ποδὸς, ὁτὲ μὲν ξὺν
10. τῇ ἐπιφύσει ἀμφότερα τὰ ὀστέα, ὁτὲ δὲ ἡ ἐπίφυσις ἐκινήθη,
11. ὁτὲ δὲ τὸ ἕτερον ὀστέον.
13. Ἔνιοι τῶν ἰατρῶν οἴονται τὸ ἐξαρθρεῖν λέγεσθαι κατὰ
14. τῶν ἐξισταμένων τελέως ὀστῶν. τὸ δὲ ὀλισθαίνειν ἐπὶ τῶν
15. παραρθρούντων μὲν, οὐ μὴν παντάπασί γε ἐκπιπτόντων
16. τῆς φυσικῆς διαρθρώσεως, οὐδὲ τὸ κατὰ τὴν ἀρχὴν εἰρημένον
17. ἐν τῷ περὶ ἄρθρων ἔχον οὕτως. ὤμου δ’ ἄρθρον
1. ἕνα τρόπον οἶδα ὀλισθάνον τὸν ἐς τὴν μασχάλην· ὅλη γὰρ
2. ἡ κεφαλὴ τοῦ βραχίονος ἀποχωρεῖ τῆς κοιλότητος, ᾗ διήρθρωται
3. μὴ δυναμένης γενέσθαι βραχείας παραρθρήσεως,
4. καθάπερ αὐτὸς ὁ Ἱπποκράτης ἔγραψε καὶ τὴν αἰτίαν προσθεὶς,
5. ἣν ὅταν ἐπ’ ἐκεῖνο τὸ βιβλίον ἀφικώμεθα μαθησόμεθα.