8. Ταῦτα δ’ ὀχλώδεα μὲν ἧσσον ἢ τὰ ἐν τῷ καρπῷ
9. τῶν χειρέων, εἰ τολμῷεν ἀτρεμέειν οἱ ἄνθρωποι. ἴησις
10. δὲ παραπλησίη οἵηπερ ἐκείνῳ, τήν τε γὰρ ἐμβολὴν χρὴ
11. ποιέεσθαι ἐκ κατατάσιος ὥσπερ ἐκείνων, ἰσχυροτέρης δὲ
12. δεῖται τῆς κατατάσιος, ὅσῳ ἰσχυρότερον τὸ σῶμα ταύτῃ.
13. ἐς τὰ πλεῖστα μὲν γὰρ ἀρκέουσιν ἄνδρες δύο, ὁ μὲν ἔνθεν,
14. ὁ δ’ ἔνθεν τείνοντες. ἢν δὲ μὴ ἰσχύουσι, ἰσχυροτέρην
15. ῥηίδιόν ἐστι ποιέειν τὴν κατάτασιν.
17. Οὐ μόνον τῶν ἐν τῷ καρπῷ τῆς χειρὸς ἧσσόν ἐστιν
18. ὀχλώδη, ἀλλὰ καὶ τῶν ἐν τῷ ποδὶ πολὺ μᾶλλον. ἐπεὶ δὲ
1. κοινὴν τὴν διδασκαλίαν ἐποιήσατο τὴν κατὰ τὸν πόδα καὶ
2. ἄκραν τὴν χεῖρα, διὰ τοῦτο ἤρκεσεν αὐτῷ μνημονεῦσαι τοῦ
3. ἑτέρου τῶν μορίων, ὃ πρῶτόν ἐστι τῆς κνήμης καὶ τοῦ ποδὸς
4. κατ’ εὐθεῖαν. ὅσον γὰρ ἀπολείπεται τῶν κατὰ τὸν πόδα
5. καὶ μάλιστα τῶν κατὰ τὴν πτέρναν ἐστὶν ὀχλωδεστέρα μικρὸν
6. ἔμπροσθεν αὐτὸς εἶπεν.