9. Ἢ γὰρ πλήμνην κατορύξαντα χρὴ ἢ ἄλλο τι ὅ. τι τούτῳ
10. ἔοικε μαλθακόν τι περὶ τὸν πόδα περιβάλλειν, ἔπειτα
11. πλατέσι βοείοισιν ἱμᾶσι περιδήσαντα τὸν πόδα τὰς ἀρχὰς
12. τῶν ἱμάντων ἢ πρὸς ὕπερον ἢ πρὸς ἕτερον ξύλον
13. προσδήσαντας τὸ ξύλον πρὸς τὴν πλήμνην ἄκρον
14. ἐνθέντα ἀνακλᾷν. τοὺς δ’ ἀντιτείνειν ἄνωθέν τε τῶν
15. ὤμων ἐχομένους καὶ τῆς ἰγνύης.
17. Ξύλον τι κατορύττειν ἀξιοῖ δυνάμενον ὑποδέξασθαι πέρας
18. μοχλοῦ, δι’ οὗ τὴν κατάτασιν τοῦ κώλου μέλλει ποιεῖσθαι.
1. γιγνώσκεν δὲ οἶμαί σε τὴν καλουμένην χοινικίδα τοῦ
2. τρόχου πλήμνην ὑπὸ τῶν Ἰώνων λέγεσθαι, καὶ γὰρ παρὰ
3. τῷ ποιητῇ τοὔνομά ἐστι. τὴν δ’ εὐπορίαν τῶν εἰς τὰς
4. θεραπείας χρησίμων ἀσκεῖν ἀεὶ συμβουλεύων ὁ Ἱπποκράτης
5. ἐμνημόνευσε καὶ νῦν τῆς πλήμνης ἐν ἅπασι τόποις ὑπ’ ἀνθρώπων
6. οἰκουμένος εὐπορῆσαι δυναμένων ἡμῶν αὐτῆς, ὥσπερ
7. καὶ τῷ ὑπέρῳ πρὸς τὴν ἐνεστῶσαν κατάστασιν ἀντὶ μοχλοῦ
8. χρῆται. καὶ τίνα δὲ τρόπον αὐτοῖς προσήκει χρῆσθαι σαφῶς
9. αὐτὸς ἐδήλωσε διὰ τῆς ἰδίας λέξεως τοῖς προσέχουσι
10. τὸν νοῦν αὐτῷ.