2. Τοῦτο μὲν ἢν βούλῃ ξύλον στρογγύλον λεῖον κατορύξας βαθέως,
3. μέρος τι αὐτοῦ ὑπερέχον τοῦ ξύλου μεσηγὺ τῶν
4. σκελέων ποιήσασθαι παρὰ τὸν περίνεον, ὡς κωλύῃ ἀκολουθέειν
5. τὸ σῶμα τοῖσι πρὸς ποδῶν τείνουσιν.
7. Ὀρθὸν τοῦτο τὸ ξύλον ἵστησιν ἀσφαλῶς ἐστηριγμένον,
8. ὅπως ὁ κατατεινόμενος, ὡς προείρηται, μὴ συνακολουθῶν
9. τῇ κατατάσει μέσον τῶν δύο σκελῶν ἡδρασμένου τοῦ ξύλου
10. κατὰ τὸν περίνεον, οὕτω δ’ ὀνομάζεται τοῦ σώματος ἡμῶν
11. ἐκεῖνο τὸ μέρος ὃ μεταξὺ τῆς ἕδρας ἐστὶ καὶ τῆς ἀρχῆς
12. τοῦ αἰδοίου.