5. Τοῦτο δ’ ἢν παρὰ τὸ γόνυ βούληται, ἄλλους ἱμᾶντας
6. περιδήσας καὶ περὶ τὸν μηρὸν, πλήμνην ἄλλην ὑπὲρ
7. κεφαλῆς κατορύξας ἐξαρτήσας τε τοὺς ἱμᾶντας ἔκ τινος
8. ξύλου τὸ ξύλον στηρίζων ἐς τὴν πλήμνην.
10. Εἰ ἑλκόντων ἄνω τὸ σκέλος ἐπιτρέψει τὴν ἀντίτασιν,
11. ἔστι σοι διὰ περιθέσεως ἱμάντων αὐτὸ ποιῆσαι, τὰς ἀρχὰς
12. αὐτῶν ἄνω τοῦ σώματος ἀγαγόντα, κἄπειτ’ ἐντεῦθεν περιβάλλοντα
13. μοχλῷ. χρὴ δὲ δηλονότι τοῦ μοχλοῦ τὸ πρὸς τῇ
14. γῇ στηριζόμενον πέρας ὑποβεβλημένον ἔχειν τι κοῖλον. οἷά
15. περ ἐστὶν ἡ πλήμνη τοῦ τρόχου, πρὸς ἣν ἀντερείδων ὁ μοχλὸς
16. ἐργάσεται πρὸς τἀναντία τὴν τάσιν.