13. Τοῦτο δ’ ἢν βούλῃ ἀντὶ τῶν πλημνέων δοκίδα ὑποτείνας
14. ὑπὸ τὴν κλίνην μερίην, ἔπειτα πρὸς τῆς δοκίδος, ἔνθεν
15. καὶ ἔνθεν τὴν κεφαλὴν στηρίζων καὶ ἀνακλῶν τὰ ξύλα
16. κατατείνειν τοὺς ἱμᾶντας.
1. Δύο πλῆμναι πρόσθεν αὐτῷ καὶ δύο μοχλοὶ τὴν ἀντίτασιν
2. ἐργάζονται, μίαν ἣν ὑποκάτω τοῦ κατατεινομένου σκέλους,
3. ἑτέραν δὲ ὑπεράνω τῆς κεφαλῆς. ἐπεὶ δὲ, ὥσπερ ἔφην,
4. ἀσκεῖν ἡμᾶς ἀξιοῖ τὴν εὐπορίαν τῶν ἰαμάτων, ἑτέραν ἐπίνοιαν
5. ἑαυτοῦ διδάσκων γυμνάζει σε πρὸς τὴν τῶν ὁμοίων εὕρεσιν.
6. εἰ γὰρ αἱ πλῆμναι μὴ παρεῖεν, ὑποτείνας ξύλον μακρὸν
7. κατὰ τὸ μῆκος τῆς κλίνης, ἐφ’ ἧς ὁ θεραπευόμενος
8. κατάκειται· τὰ μὲν ἄλλα ταῦτα τοῖς ἔμπροσθεν πράξεις περιβάλλων
9. τοὺς ἱμᾶντας ὁμοίως οἷς ἐδίδαξε τὸ ποῖα τοῦ σώματος
10. ἐξαρτήσεις τε καὶ διὰ τῶν ξύλων, δι’ ὧν αὐτοὺς
11. μοχλεύσεις, ἀντὶ δὲ τῶν πλημνῶν ἔτι χρήσῃ τοῖς τοῦ μακροῦ
12. ξύλου πέρασιν, ἃς κεφαλὰς ὀνομάζουσι τὴν ἀντέρεισιν
13. τῶν μοχλευόντων ξύλων πρὸς ἐκεῖνα ποιούμενος
14. ὑπερέχοντα τῆς κλίνης σύμμετρον ἑκατέρωθεν, ἔκ τε τῶν
15. πρὸς τῇ κεφαλῇ καὶ τῶν πρὸς τοῖς ποσὶ μερῶν. δοκίδα
16. δὲ τὸ ὑποτεινόμενον κατὰ τὸ μῆκος τῇ κλίνῃ ξύλον ὠνόμασεν,
17. εἰ καὶ μικρὰν εἶπε δοκόν.