2. Καὶ ἑβδομαῖον ἢ ἐναταῖον ἐν νάρθηξι δησάτω· καὶ ἢν ὑποπτεύσῃ
3. μὴ καλῶς κεῖσθαι τὸ ὀστέον, μεσηγὺ τουτέου
4. τοῦ χρόνου λυσάτω καὶ εὐθετησάμενος
5. μετεπιδησάτω.
7. Ὅπερ ἐπὶ τοῦ πήχεος εἴρηκεν ἔμπροσθεν ἀξιώσας
8. προσυπακούειν σε τοῦτο καὶ νῦν ἀξιῶ κατὰ λόγον πάντων
9. ἀποβαινόντων ἐν ταύτῃ χρόνου τῇ προθεσμίᾳ τοὺς νάρθηκας
10. ἐπιβάλλειν, ἀλλ’ ἐπὶ μὲν τοῦ πήχεος ἑβδομαῖον ἁπλῶς
11. ἐκέλευσε νάρθηξι δεσμεῖν, ἐπὶ δὲ τοῦ βραχίονος τῷ καλουμένῳ
12. παραδιαζευκτικῷ συνδέσμῳ τὴν ἑρμηνείαν ἐποιήσατο.
13. φησὶ μὲν ὡς ἑβδομαῖον ἢ ἐναταῖον ἐν νάρθηξι δησάτω. διὰ
14. γὰρ τὸ μέγεθος τῶν περὶ τὸν βραχίονα μυῶν ἐν πλείονι
15. χρόνῳ τελείως ἰσχνὰ καὶ δευσὰ γίνεται τὰ περὶ τὸ κάταγμα
16. μόρια. τοιούτων δὲ ὄντων αὐτῶν ἐδείχθη καιρὸς εἶναι τῆς
17. τῶν ναρθήκων ἐπιθέσεως.