5. Ἄριστον δὲ ὅστις ἐν πόλει μεγάλῃ ἰητρεύει κεκτῆσθαι
6. ἐσκευασμένον ξύλον, ἐν ᾧ πᾶσαι ἀνάγκαι ἔσονται, πάντων
7. μὲν κατηγμάτων, πάντων δὲ ἄρθρων ἐμβολῆς ἐκ κατατάσιος
8. καὶ μοχλεύσιος. ἀρκέει δὲ τὸ ξύλον, ἢν ᾖ τοιοῦτον
9. οἷον οἱ τετράγωνοι στῦλοι, οἷοι δρυΐνοι γίνονται, μῆκος
10. καὶ πλάτος καὶ πάχος.
12. Ὀργάνου τινὸς καὶ μηχανήματος, οὗτινος ἂν ἐθέλει
13. ἐμνημόνευσεν. ἐν δὲ τῷ λόγῳ περὶ οὗ τὴν κατασκευὴν αὐτοῦ
14. διδάξει κατὰ τὸ περὶ τῶν ἄρθρων βιβλίον ἑπόμενον
15. τῷδε· καὶ ἡμεῖς οὖν ἐν ἐκείνῳ τὴν ἐξήγησιν ὧν ἀσαφῶς
16. εἶπε ποιησόμεθα· νυνὶ δὲ ἐπὶ τὰ συνεχῆ τοῦ λόγου μεταβῆναι
17. καὶ προσθείς.