17. Ἐπιδεῖν δὲ τὸν αὐτὸν τρόπον καὶ τὰς ὡσαύτως βαλλόμενον
18. κατὰ τὸ ἐξεστηκὸς καὶ τὰς περιβολὰς τὰς πρώτας πλείστας
1. κατὰ τοῦτο ποιέεσθαι καὶ τοὺς σπλῆνας πλείστους
2. κατὰ τοῦτο καὶ τὴν πίεσιν μάλιστα κατὰ τὠϋτό.
4. Τὰ κεφάλαια συντεμὼν ἀνέμνησε τῆς καταγμάτων ἐπιδέσεως,
5. ἣν ἔμπροσθεν ἐδείξαμεν· καὶ μέντοι καὶ μεμνῆσθαι
6. χρὴ τά τε κατ’ ἄκραν τὴν χεῖρα καὶ τὰ κατὰ τὸν πόδα καὶ
7. τὰ κατὰ τὴν πτέρναν καὶ προσέτι ταῦτα τὰ κατὰ τὰ σφυρὰ
8. ἐξαρθρήματα τῷ καταγματικῷ τρόπῳ τῆς ἐπιδέσεως πείθεσθαι,
9. διὸ κἀν τούτῳ τῷ βιβλίῳ περιέχεται πάντα. τὴν
10. δ’ αἰτίαν τοῦ χρῆναι τὴν ἐπίδεσιν οὕτως ποιεῖσθαι, κἂν
11. ἐξάρθρημα, κἂν κάταγμα τὸ γεγονὸς ᾖ, πρώην μεμαθήκαμεν.