14. Ἐπὴν δὲ ἐπιδήσῃς, ἀνωτέρω μὲν τοῦ ἄλλου σώματος ἐχέτω
15. τὸ ἐπιδεθὲν, τὴν δὲ θέσιν δεῖ ποιήσασθαι οὕτως, ὅκως
16. ἥκιστα ἀπαιωρηθήσεται ὁ πούς.
18. Ὅτι μὲν ἐπὶ βραχὺ χρὴ μετεωρότερον εἶναι τὸν πόδα
19. τοῦ ἄλλου σκέλους ἐλέχθη καὶ πρόσθεν. ἐλέχθη δὲ καὶ
1. ὅτι τοσοῦτον ὑψοῦσθαι προσῆκεν αὐτὸν, ὡς μηδὲ τῇ ἀντιτάσει
2. κάμνειν τοὺς μύας. νυνὶ δὲ προσέθηκε περὶ τῆς κατὰ
3. τὴν ἀπόθεσιν ἀσφαλείας παράγγελμα, μηδὲ μόλις κελεύων
4. αἰωρεῖσθαι τὸν πόδα. τοῦτο δέ ἐστι μαλακῶν ἐρίων
5. πανταχόθεν αὐτῷ παρατιθεμένων· καὶ δὴ μὲν τὸ κατὰ τὸ
6. πέρας, ἔνθα τὸ ἴχνος ἐστὶ στηρίζεσθαί τινος μαλακοῦ ἢ
7. ὑπαυχενίου ἢ καὶ ξύλου ὀρθοῦ, ᾧ καὶ προσδεδεμένος ἔσται
8. μαλακαῖς ταινίαις.