5. Καὶ ἐπιδεῖν δὲ οὕτως ἐκτεταμένων ἀμφοτέρων, ὁκότερον
6. ἂν τουτέων ἐπιδέῃς· οὐ γὰρ ταῦτα ξυμφέρει σκέλει
7. τε καὶ χειρί. πήχεος μὲν γὰρ καὶ βραχίονος, ἐπὴν ἐπιδεθῶσιν
8. ὀστέα κατεηγότα, ἀναλαμβάνεται ἡ χεὶρ, καὶ ἢν
9. ἐκτεταμένα ἐπιδέῃς τὰ σχήματα τῶν σαρκῶν, ἑτεροιοῦται
10. ἐν τῇ ξυγκάμψει τοῦ ἀγκῶνος. ἀδύνατος γὰρ ὁ ἀγκὼν
11. ἐκτετάσθαι πουλὺν χρόνον· οὐ γὰρ πολλάκις ἐν τοιούτῳ
12. εἴθισται, ἀλλ’ ἐν τῷ ξυγκεκάμφθαι. καὶ δὴ καὶ ἅτε δυνάμενοι
13. οἱ ἄνθρωποι περιιέναι, ἐπὴν κατὰ χεῖρα τρωθῶσιν, ξυγκεκάμφθαι
14. κατὰ τὸν ἀγκῶνα δέονται. σκέλος δὲ ἔν τε τῇσιν
15. ὁδοιπορίῃσι καὶ ἐν τῷ ἑστάναι εἴθισται, ὁτὲ μὲν ἐκτετάσθαι,
16. ὁτὲ δὲ μικροῦ δεῖν ἐκτετάσθαι ἐς τὸ κάτω κατὰ φύσιν. καὶ δὴ
17. καὶ πρὸς τὸ ὀχέειν τὸ ἄλλο σῶμα, διὰ τοῦτο εὔφορον αὐτῷ
18. ἐστι τὸ ἐκτετάσθαι, ὅταν ἀνάγκη ἔχῃ· καὶ δὴ καὶ ἐν τῇσι
19. κοίτῃσι πολλάκις ἐν τῷ σχήματι τουτέῳ ἐστὶν ἐν τῷ ἐπιτετάσθαι.
1. ἐπὴν δὲ δὴ τρωθῇ, ἀνάγκη καταδουλοῦται
2. τὴν γνώμην, ὅτι ἀδύνατοι μετεωρίζεσθαι γίνονται,
3. ὥστε οὐδὲ μέμνηνται περὶ τοῦ συγκαμφθῆναι καὶ ἀναστῆναι,
4. ἀλλὰ ἀτρεμέουσιν ἐν τουτέῳ τῷ σχήματι κείμενοι.
6. Ἐάν τε κνήμην ἐάν τε μηρὸν ἐπιδέῃς, ἑκατέραν τῶν
7. διαρθρώσεων ἐκτετάσθαι κελεύει, τὴν κατ’ ἰσχίον καὶ τὴν
8. κατὰ γόνυ. τὴν δ’ αἰτίαν τοῦ σχήματος ἐφεξῆς ἐρεῖ σαφῶς,
9. ἀποδείξει χρώμενος καὶ ἑτοίμως νοήσαις τὸν νοῦν. ἔστι δὲ
10. τούτων τὰ κεφάλαια προειθίσθαι μὲν τὸ σκέλος ἑστώτων
11. καὶ βαδιζόντων ἐκτετάσθαι. πρὸς γὰρ τὸ βαδίζειν τὸ σῶμα
12. γεγονὸς ὑπὸ τῆς φύσεως εἰς τοῦτο σχῆμα περεσκεύασται
13. πρὸς αὐτῆς καὶ διὰ τοῦτο καὶ κατακειμένων ἐκτεταμένον
14. ἐστὶν ὡς τὰ πολλά. τὰς χεῖρας δὲ καὶ κατὰ τὰς ὁδοιπορίας
15. καὶ ἄλλως ὡς τὸ πολὺ κεκλασμένας μετρίως ἔχομεν.
16. οὐδεὶς γὰρ ἀποτετακὼς αὐτὰς περιέρχεται. διὰ τοῦτο κἂν
17. ἐπιδεθῇ τις χεῖρα, δυνατόν ἐστιν αὐτῷ περιέρχεσθαι ταινίαν
1. ὑποτείνοντι τῷ πήχει. σκέλους δὲ καταγέντος ἀδύνατον ἐπιβαίνειν
2. πρὶν ἀκριβῶς πωρωθῆναι.