Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.) [n° 110 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, p. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
Andreoni, 1972 (ita).

Hippocratis De fracturis et Galeni in eum commentarius, 2.62, ed. Kühn, 1830, vol. 18b, p. 497-498. urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:2.62


5. Διὰ οὖν ταύτας τὰς προφάσιας χειρὸς καὶ σκέλεος οὔτε ἡ
6. κατάτασις οὔτε ἡ ἐπίδεσις τοῦ σχήματος ξυμφέρει αὐτῇ.
7. ἢν μὲν οὖν ἱκανὴ ἡ κατάτασις ἡ ἀπὸ τῶν ἀνδρῶν ᾖ,
8. οὐθὲν δεῖ μάτην πονέεσθαι· καὶ γὰρ σολοικότερον μηχανοποιέειν
9. μηθὲν δέον. ἢν δὲ μὴ ἱκανὴ ἡ κατάτασις ἡ
10. ἀπὸ τῶν ἀνδρῶν καὶ τῶν ἄλλων τινὰ τῶν ἀναγκαίων
11. προσφέρειν, ἤν τινά γε προχωρέῃ, ὅταν δὲ δὴ ἱκανῶς
12. καταταθῇ, ῥηΐδιον ἤδη κατορθῶσθαι τὰ ὀστέα καὶ ἐς
13. τὴν φύσιν ἀγαγεῖν, τοῖσι θέναρσι τῶν χειρέων ἀπευθύνοντα
14. καὶ ἐξευκρινέοντα. ἐπὴν δὲ κατορθώσῃ, ἐπιδεῖν
15. τοῖσιν ὀθονίοισιν κατατεταμένα, ἤν τ’ ἐπὶ δεξιὰ ἤν τ’ ἐπ’
16. ἀριστερὰ περιφέρειν ξυμφέρῃ αὐτέοισιν τὰ πρῶτα ὀθόνια.
17. βαλλέσθω δὲ τὴν ἀρχὴν κατὰ τὸ κάτηγμα καὶ περιβαλλέσθω
18. κατὰ τοῦτο τὰς πρώτας περιβολὰς, κἄπειτα νεμέσθω
1. ἐπὶ τὴν ἄνω κνήμην ἐπιδέων, ὥσπερ ἐπὶ τοῖσιν
2. ἄλλοισι κατήγμασι εἴρηται. τὰ δὲ ὀθόνια πλατύτερα
3. χρὴ εἶναι καὶ μακρότερα καὶ πλέω πολὺ αὐτὰ κατὰ τὸ
4. σκέλος τῶν ἐν τῇ χειρί. ἐπὴν δὲ ἐπιδέῃς, καταθεῖναι ἐφ’
5. ὁμαλοῦ τινὸς καὶ μαλθακοῦ, ὥστε μὴ διαστρέφεσθαι ἢ
6. τῇ ἢ τῇ μήτε λορδὸν μήτε κυφὸν εἶναι.

8. Φανερωτάτας μὲν εἴρηκε τὰς αἰτίας προφάσεις, καίτοι
9. γε ἀληθῶς ἃς προείρηκεν οὐχ ὡς ἐν τῇ συνηθείᾳ προφάσεις
10. εἴωθε λέγειν τὰς ψευδεῖς αἰτίας καὶ μικρὸν δὲ κατωτέρω
11. πάλιν, οὕτω κέχρηται τῷ ὀνόματι κατὰ τήνδε τὴν
12. ῥῆσιν. δι’ οὖν ταύτας τὰς προφάσιας τοῦ μὲν ἔξωθεν τοῦ
13. ὀστέου καταγέντος ταχεῖαι αἱ ἐπιβάσεις. εἴρηκε δὲ τοῦτο
14. περὶ περόνης ἀληθὲς ἐπιδοὺς ταχεῖαν μὲν ἐπ’ ἐκείνῃ καταγείσῃ
15. τὴν τοῦ σκέλους γίνεσθαι κίνησιν, εἰ δὲ κνήμη συντριβῇ
16. μετὰ πλείονα χρόνον δύνασθαι χρῆσθαι τοὺς οὕτως
17. παθόντας.

Cliquer un n° de page pour en afficher l’image