Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.) [n° 110 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, p. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
Andreoni, 1972 (ita).

Hippocratis De fracturis et Galeni in eum commentarius, 2.64, ed. Kühn, 1830, vol. 18b, p. 499-506. urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:2.64


11. Περὶ γὰρ τῶν σωλήνων τῶν ὑποτιθεμένων ὑπὸ τὰ σκέλεα
12. τὰ κατεηγότα, ἀπορέω ὅτι ξυμβουλεύσω ἢ ὑποτιθέναι
13. χρὴ ἢ οὔ. ὠφελέουσι μὲν γὰρ, οὐχ ὅσον δὲ οἱ ὑποτιθέντες
14. οἴονται· οὐ γὰρ ἀναγκάζουσιν οἱ σωλῆνες ἀτρεμέειν
15. ὡς οἴονται. οὔτε γὰρ τῷ ἄλλῳ σώματι στρεφομένῳ ἢ
16. ἔνθα ἢ ἔνθα ἢ ἐπαναγκάζει ὁ σωλὴν μὴ ἐπακολουθέειν
17. τὸ σκέλος, ἢν μὴ ἐπιμελεῖται αὐτὸς ὁ ἄνθρωπος, οὔτε αὖ
18. τὸ σκέλος ἄνευ τοῦ σώματος κωλύει ὁ σωλὴν κινηθῆναι
1. ἢ τῇ ἢ τῇ. ἀλλὰ μὴν ἀργέστερον ξύλον ὑποτετάσθαι, ἢν
2. μὴ ὅμως ἄν τις μαλθακόν τι ἐς αὐτὸ ἐντεθῇ. ἀχρηστότατον
3. δέ ἐστιν ἐν τῇσι μεθυποστρώσεσιν καὶ ἐν τῇσιν ἐς
4. ἄφοδον προχωρήσεσιν. ἔστιν οὖν σὺν σωλῆνι καὶ ἄνευ
5. σωλῆνος καὶ καλῶς καὶ αἰσχρῶς κατασκευάσασθαι. πιθανώτερον
6. δὲ τοῖσι δημότῃσίν ἐστιν καὶ τὸν ἰατρὸν ἀναμαρτητότερον
7. εἶναι ἢν σωλὴν ὑποκέηται, καίτοι ἀτεχνέστερόν
8. γέ ἐστιν. δεῖ μὲν γὰρ ἐφ’ ὁμαλοῦ καὶ μαλθακοῦ
9. κεῖσθαι, πάντῃ πάντως ἐς ἰθύ. ἐπείτοι γε ἀνάγκη κρατηθῆναι
10. τὴν ἐπίδεσιν ὑπὸ τῆς διαστροφῆς τῆς ἐν τῇ
11. διαθέσει, ὅποι ἂν ῥέπῃ καὶ ὁκόσα ἂν ῥέπῃ. ὑποκρινέσθω
12. δὲ ὁ ὑποδεδεμένος ταῦτα ἅπερ καὶ πρότερον εἴρηται·
13. καὶ γὰρ τὴν ἐπίδεσιν χρὴ τοιαύτην εἶναι καὶ τὸ
14. οἴδημα οὕτως ἐξαείρασθαι ἐς τὰ ἄκρεα καὶ τὰς χαλάσιας
15. οὕτως καὶ τὰς μετεπιδέσιας διὰ τρίτης καὶ εὑρισκέσθω
16. ἰσχνότερον τὸ ἐπιδεόμενον καὶ τὰς ἐπιδέσιας ἐπὶ μᾶλλον
17. ποιέεσθαι καὶ πλέοσι τοῖσιν ὀθονίοισιν. περιλαμβάνειν
18. τε καὶ τὸν πόδα χαλαρῶς, ἢν μὴ ἄγαν ἐγγὺς ᾖ
1. τοῦ γούνατος τὸ τρῶμα. κατατείνειν δὲ μετρίως καὶ ἐπικατορθοῦν
2. ἐφ’ ἑκάστῃ ἐπιδέσει χρὴ τὰ ὀστέα. ἢν γὰρ
3. ὀρθῶς μὲν ἰητρεύηται, κατὰ λόγον δὲ τὸ οἴδημα χωρέῃ,
4. ἔτι μὲν λεπτότερον καὶ ἰσχνότερον τὸ ἐπιδεόμενον χωρίον
5. ἔσται, ἔτι δὲ αὖ παραγωγότερα τὰ ὀστέα, ἐνακούοντα
6. δὲ τῆς κατατάσιος μᾶλλον. ἐπὴν δὲ ἑβδομαῖος ἢ ἑνδεκαταῖος
7. γένηται τοὺς νάρθηκας προστιθέναι, ὥσπερ καὶ ἐπὶ
8. τοῖς ἄλλοισι κατήγμασιν εἴρηται.

10. Ἔτι καὶ νῦν οἶδά τινας ἰατροὺς ὑποτιθέντας τῷ σκέλει
11. σωλῆνας καὶ γλωσσόκομον κνήμης τε καὶ μηροῦ πεπονθότος,
12. ἐπὶ μὲν τοῦ μηροῦ παντὶ τῷ σκέλει, τῆς κνήμης
13. δὲ πεπονθυίας ἔνιοι μὲν καὶ τοῦθ’ ὑποβάλλουσιν ὅλῳ τῷ
14. σκέλει τὸ ξύλον, ἔνιοι δὲ τὴν κνήμην ὅλην στηρίζοντες ἐν
15. τῷ γλωσσοκόμῳ. βλάπτουσι δέ τι καὶ οἱ μετ’ αὐτῆς τὸν
16. μηρὸν, ἀλλ’ ἦττον ἐκείνων. τὰς φλέβας δὲ αὐτὸς ὁ Ἱπποκράτης
17. ἐδήλωσε σαφῶς, ὥστ’ αὐτὰς οὐδὲν ἐμὲ δεῖν ἔτι λέγειν,
18. ἀλλ’ εἴπου κατὰ τὴν λέξιν ἀσαφὲς ἔσεσθαί τισι νομίσω,
1. τοῦτο ἐξαπλώσω καὶ πρῶτόν γε πάντων, ὅπῃ διαφέρει
2. γλωσσόκομον σωλῆνι. εἴρηται μὲν οὖν παρὰ τοῖς Ἀττικοῖς
3. γλωσσόκομον τὸ σκεῦος τοῦτο. ἴσως οὖν εἰς πολλὰ μὲν τῶν
4. χρησίμων γραμμάτων ἐμβαίνουσιν οἱ ἄνθρωποι, πολλὰ δὲ
5. τῶν ἀποθέτων γραμμάτων. ἔνιοι δὲ εἰς ὁδοιπορίας αὐτῷ
6. χρῶνται, διοίσει δὲ οὔτε εἴτε γλωσσοκόμιον εἴτε γλωσσόκομόν
7. τις ὀνομάζοι αὐτὸ, καθάπερ οὐδὲ διὰ τῶν δυοῖν ττ ἢ
8. διὰ τῶν δυοῖν σσ. τὸ δὲ ὑποτιθέμενον τῷ σκέλει γλωσσόκομον,
9. εὔδηλον ὅτι προμηκέστερόν τε καὶ στενώτερον εἶναι
10. δεῖ τῶν συνήθων. δεῖ γὰρ αὐτὸ μὴ πολλῷ πλατύτερον εἶναι
11. οὐ κατὰ τὸ σκέλος εὔρους ἢ πάχους ἢ ὅπερ ἂν ὀνομάζειν
12. ἐθέλεις, ἵνα παραβληθέντων ἑκατέρωθεν ἐρίων ἐσφιγμένον
13. ᾖ τὸ σκέλος, ὡς μηδὲ ἂν ὁ κάμνων βούληται μετακλίνειν
14. αὐτὸ συγχωρεῖν τὴν στενοχωρίαν· ἀλλὰ τὴν μὲν ἐπὶ τὸ δεξιὸν
15. ἢ τὸ ἀριστερὸν μέρος περιστροφὴν τοῦ σκέλους δύναται
16. ἡ τῶν ἐρίων παράθεσις ἀποκωλῦσαι, τὴν δ’ ἄνω καὶ
17. κάτω καὶ εἰς ὕψος αὐτοῦ κίνησιν οὐ δύναται. διὸ καὶ ὁ
18. Ἱπποκράτης οὐκ ἀρέσκεται τῇ χρήσει τοῦ τοιούτου ξύλου
1. πρὸς τοῖς ἄλλοις καὶ ἀπηνοῦς ὄντος. τὸ γὰρ ἀργέστερον
2. οἷον ἀπηνέστερον ἢ ἀηδέστερον δῆλον, διὰ τὸ μηδὲν εἴκειν,
3. ὥσπερ καὶ τὰ ὑπαυχένιά τε καὶ τὰ ὑπαγκώνια διακαλούμενα.
4. ταῦτα γὰρ εἴκοντα μετρίως οὐκ εἰσὶν ἀνιαρὰ τῷ
5. σκέλει· χρησίμου δ’ ὄντος τοῦ τοιούτου μηχανήματος, ὅταν
6. ἀφοδεῦσαι δεηθῶσιν οἱ κάμνοντες ἢ μετακομισθῆναί ποτε
7. ἀπὸ τῆς ἑτέρας μετακλίσεως, ἐφ’ ἑτέραν ἕνεκα τοῦτο ἐργασθῆναι,
8. διὰ τοῦτο μάλιστα τὴν χρῆσιν αὐτοῦ προσιέμεθα,
9. καίτοι κἂν οἵ τινες ὑπ’ αὐτῶν τὸ ὑπαυχένιον χρῶνται καὶ
10. κατ’ ἀρχὰς εὐθέως ὑποβάλλουσιν αὐτῷ ταινίας ἐγκαρσίας,
11. ὅταν ἐντεθῶσι τὸ σκέλος ἐναντιῶντες ἑκατέρωθεν εἰς
12. σκέλους ὕψος, ἔπειτα ἐκ τῶν ἄνω τοῦ κώλου μερῶν συνδήσαντες
13. ἀλλήλαις ἀσφαλῆ νομίζουσι τὴν θέσιν τοῦ σκέλους
14. ποιεῖσθαι. τό τε γὰρ ὑπαυχένιον ἐν ταῖς μετακομιδαῖς τοῦ
15. κάμνοντος ἀντὶ γλωττοκόμου τείνεται τῷ σκέλει· καὶ μέντοι
16. καὶ κατὰ τὸ κάτω πέρας αὐτοῦ, προστιθέασιν ἔνιοι ξύλον
17. ὀρθὸν, ὡς προωθοῦσιν ἄκρον τὸν πόδα προβάλλοντες ἔρια
18. δηλονότι, χάριν τοῦ μήτε ἄνω τὸ σκέλος ἕλκεσθαι τοῦ κάμνοντος
19. μήτ’ ἀποτείνεσθαι κάτω. τὴν μὲν γὰρ ἀνάτασιν
1. ὁ δεσμὸς κωλύει, τὴν δ’ ἐπὶ τὸ κάτω φορὰν τὸ προσηρεισμένον
2. τῷ πέλματι ξύλον· ἀλλὰ καίτοι τούτων ἀσφαλῶς
3. παρασκευαζομένων τοῖς ἰατροῖς, ὅμως ἡ κατὰ τὰς διαρθρώσεις
4. κίνησις οὐ κωλύεται, δυναμένου τοῦ κάμνοντος καὶ τὸ
5. κατὰ σφυρὸν ἄρθρον καὶ τὸ κατὰ γόνυ διακινεῖν κατὰ βραχύ.
6. περὶ μὲν γὰρ τοῦ κατ’ ἴσχιον οὐδὲ λόγου δεῖ, μηδ’ ὅλως
7. αὐτοῦ μήθ’ ὑπὸ τοῦ γλωσσοκόμου μήθ’ ὑπὸ τῆς ἐπιδέσεως
8. περιλαμβανομένου. ὅ γε μὴν σωλὴν τὰ μὲν ἄλλα ἔχει τὰ
9. αὐτὰ τῷ γλωσσοκόμῳ, ἀλλ’ αὐτῷ δὲ τῷ σχήματι διαφέρει.
10. περιφερὴς γὰρ ὢν ἔξωθεν ἔνδοθέν ἐστι κοῖλος, ὁμοίως τοῖς
11. ἐπὶ τῶν κεράμων σωλῆσιν, ὅθεν αὐτῷ τοὔνομα. δοκεῖ δ’
12. οὗτος ἐπιτηδειότατος εἶναι πρὸς τὴν προκειμένην χρείαν,
13. ἐπειδὴ περιλαμβάνει τὸ σκέλος ὅλον ἐν κύκλῳ μᾶλλον τοῦ
14. γλωσσοκόμου. λείπονται γάρ τινες ἐν ἐκείνῳ χῶραι κεναὶ
15. μετὰ τὴν ἔνθεσιν τοῦ σκέλους καί τινες ἰατροὶ παρεσκευασμένους
16. ἔχουσι πλείονας σωλῆνας ἕνεκα τοῦ χρῆσθαι καθ’
17. ἕκαστον κῶλον ἁρμόττον τι τοιοῦτον ξύλον εὑρίσκοντες, ἐξ
18. οὗ ποιήσουσιν αὐτοὺς εὐτόνους τε ἅμα καὶ λευκοὺς καὶ μαλακοὺς
19. ἐγγλύψαντες δηλονότι τὸ ξύλον. καὶ παρ’ ἡμῖν γέ
1. τις ἰατρὸς ἐκ φιλυροῦ γεγονότας εἶχε πλείους τοιούτους σωλῆνας,
2. ὥστε χρῆσθαι καθ’ ἕκαστον σκέλος τῷ προσήκοντι
3. κατὰ τὸ μέγεθος μὴ ἀδέσμοις, οἴους ἔφην παραλαμβάνεσθαι
4. πρός τινων ἐπὶ τῶν ὑπαυχενίων· ἀλλ’ ἐπ’ ἐκείνων μὲν οἱ
5. δεσμοὶ χαλαρὸν γενόμενοι οὐ διαφθείρουσιν ἀθλίπτως τε
6. κρατοῦσι τὸ σκέλος ἐν τῷ μετακομίζεσθαι διὰ τὴν μαλακότητα
7. τοῦ ξύλου. προσεξεύρηταί γε μὴν ὑπὸ τῶν νεωτέρων
8. ἰατρῶν γλωσσόκομον ὀργανικὸν εἰς ἀσφαλῆ κράτησιν, ὁπότερον
9. ἂν ᾖ πεπονθὸς τῶν ὀστῶν.

10. Εἴτ’ οὖν μηρὸς ἢ κνήμη κατασκευὴν καὶ χρῆσιν ἔχον
11. τὴν ὑπογεγραμμένην. περὶ τοῦ ὀργανικοῦ γλωσσοκόμου οὐκ
12. ἀλόγως ηὑρῆσθαί μοι δοκεῖ τοῖς νεωτέροις ἰατροῖς γλωσσόκομον
13. ὄργανον ἐπιτήδειον εἰς τὰς πωρώσεις, ἐάν τε μέρος
14. ἐάν τε κνήμη συντρίβηται. πρόσκειται γὰρ αὐτῷ κατὰ τὸ
15. πέρας ἄξων, ἐφ’ ὃν αἱ τελευταὶ τῶν ἀντιτεινόντων τὸ κῶλον
16. βρόχων ἀχθεῖσαι περιβάλλονται. τοὺς δ’ αὐτοὺς βρόχους
17. περιτιθέναι χρὴ κατὰ τὰ πέρατα τοῦ θεραπευομένου
1. τῶν ὀστῶν. ἔστωσαν δ’ ἐκ δυοῖν διανταίων, ὡς εἶναι σκέλη
2. δ΄ τῶν βρόχων ἑκατέρου, δύο μὲν ἐκ τῶν δεξιῶν, δύο δὲ ἐκ
3. τῶν ἀριστερῶν. ταῦτ’ οὖν τὰ σκέλη τὰ μὲν ἐκ τοῦ κάτω
4. βρόχους διεκβάλλοντα διὰ τρημάτων τινῶν ἐν τῷ κάτω πέρατι
5. τοῦ γλωσσοκόμου γεγονότων ἐπὶ τὸν ἄξονα φέρειν χρή.
6. τὰ δὲ ἐκ τοῦ ἄνω βρόχους πρότερον ἀπάγοντα πρὸς τὴν
7. ἄνω χώραν τοῦ γλωσσοκόμου διεκβάλλειν καὶ αὐτὰ τρημάτων
8. τινῶν ἐν τοῖς πλαγίοις αὐτοῦ μέρεσι γεγονότων. ἐχέτω δὲ
9. τὰ τρήματα τροχηλίας ἐν ἑαυτοῖς. ἑκατέρωθεν δὲ ἐκ τῶν
10. ἕξω μερῶν κατάγοντα χρὴ φέρειν ἐπὶ τὸν ἄξονα τὰ εἰρημένα
11. πέρατα τῶν βρόχων. τούτων γὰρ οὕτως σκευασθέντων
12. μία περιστροφὴ τοῦ ἄξονος ὡσαύτως τείνει τοὺς δύο βρόχους,
13. κάτω μὲν τὸν ἐν τῷ κάτω πέρατι τοῦ κατεαγότος
14. ὀστοῦ περιβεβλημένον, ἄνω δὲ τὸν ἕτερον, ὥστε μετὰ τὴν
15. ἀπόθεσιν ἔτι σοι λοιπὸν εἶναι καθ’ ἑκάστην ἡμέραν ἐπανορθοῦσθαι
16. τὴν ἀντίτασιν τῶν βρόχων ἤτοι γε ἐπιτείνοντι τὴν
17. τάσιν αὐτῶν ἢ ἐκλύοντι. τὸν μὲν γὰρ ἐν τοῖς κάτω
18. μέρεσι τοῦ κώλου βρόχον ὁ ἄξων δι’ εὐθυπόρου τάσεως ἀντισπᾶται,
19. τὸν δὲ ἄνω διὰ τῆς μεταληπτικῆς ὀνομαζομένης.

Cliquer un n° de page pour en afficher l’image