Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.) [n° 110 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, p. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
Andreoni, 1972 (ita).

Hippocratis De fracturis et Galeni in eum commentarius, 2.66, ed. Kühn, 1830, vol. 18b, p. 510-513. urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:2.66


7. Ἐν μέντοι τῷ ἄρθρῳ τῷ κάτω οὐχ ὁμοίη ἡ ὑπότασις τοῦ
8. ὀστέου τοῦ μακροτέρου· ἀνομοίως γὰρ ὁ ἀγκών τε καὶ ἡ
9. ἰγνύη κάμπτεται. διὰ οὖν ταύτας τὰς προφάσιας τοῦ
10. μὲν ἔξωθεν ὀστέου κατεαγέντος ταχεῖαι αἱ ἐπιβάσιες, τοῦ
11. δὲ εἴσωθεν κατεαγέντος βραδεῖαι αἱ ἐπιβάσιες.

13. Προειρηκὼς αὐτὸς ἀνωτέρω μακρότερον ὀστοῦν εἶναι
14. τὸ τῆς περόνης, ὥσπερ καὶ ἐν χειρὶ τὸ τοῦ πήχεος. εἰρηκὼς
15. δὲ ὅτι κατὰ τὴν εὐθυωρίαν ἐστὶν ἑκάτερον τοῦ μικροῦ
16. δακτύλου καὶ μέντοι καὶ ὅτι λεπτότερον τοῦ συνεζευγμένου
17. προσέθηκεν ἐφεξῆς, ᾗ διαφέρουσιν ἀλλήλων. εἴρηται δὲ σαφῶς
18. ὑφ’ ἡμῶν ἐν τῷ περὶ τῶν ὀστῶν ὑπομνήματι τά τε
1. ἄλλα καὶ ἡ διάρθρησις, ὅτι τέ τίς ἐστιν ἀμφοτέρων αὐτῶν
2. καὶ ὅτι κατὰ τὴν χεῖρα κατὰ τὸν ἔξω κόνδυλον τοῦ βραχίονος
3. ἡ κερκὶς διηρθρωμένη κινεῖται περὶ αὐτὸν, ἐπιστρεφομένη
4. πρός τε τὴν ἔξω χώραν τῆς χειρὸς καὶ τὴν ἔσω.
5. κατὰ δὲ τὸ σκέλος ἡ κνήμη μόνη διαρθροῦται τῷ μηρῷ τῆς
6. περόνης οὐδεμίαν ἐχούσης κίνησιν. οὐδὲ γὰρ ὅλως ἐφ’ ἑκάτερα
7. στρέφεται τὸ ἄρθρον τοῦτο, καθάπερ τὸ κατ’ ἀγκῶνα.
8. κάμπτεται δὲ μόνον οὐδὲ τοῦτο πάσχει ὁμοίως τῷ κατ’
9. ἀγκῶνα· ἐκεῖ μὲν γὰρ τοῦ βραχίονος τὸ γιγγλυμοειδὲς διήρθρωται
10. τῇ βαθμίδι τοῦ πήχεος. ἐν γόνατι δὲ οἱ δύο δάκτυλοι
11. τοῦ μηροῦ διτταῖς ἐπιβαίνουσι κοιλότησι τῆς κνήμης,
12. ἡ μὲν ὄπισθεν, ὁπότ’ ἐκτείνοιτο τελέως, ἡ δὲ ἔμπροσθεν
13. ὁπότε κάμπτοιτο. κατὰ δὲ τὸν μηρὸν οὐδετέρα τούτων ἐστὶν,
14. οὐδὲ γὰρ ὅλως κορώνας ἔσχεν ἡ κνήμη. ἀνομοίως γὰρ ἀγκών
15. τε καὶ ἰγνύη κάμπτεται. αὐτὸς ἀνωτέρω περὶ πήχεος διαλεγόμενος
16. εἶπεν οὕτως· ἔστι δ’ ἐκεῖνο τὸ ὀστέον τοιοῦτον,
17. ἀγκὼν καλεόμενος, ᾧ ποτὶ στηριζόμεθα, σαφῶς ἐνδεικνύμενος
1. ὅτι τὸ τοῦ πήχεος ὀξύτατον ὀνομάζει ἀγκῶνα. καλοῦσι
2. δ’ αὐτὸν καὶ ὀλέκρανον καὶ κύβιτον· ἀλλὰ νῦν γέ φησιν,
3. ἀνομοίως ἀγκών τε καὶ ἰγνύη κάμπτεται· δυνάμει πάλιν
4. κἀνταῦθα λέγων, ὅτι ἀνομοίως ἥ τε κατ’ ἀγκῶνα διάρθρωσις
5. καὶ ἰγνύη κάμπτεται, ἀμέλει καὶ αὐτὸς ἐν τοῖς κατωτέρω
6. φησί. τὰ δὲ κατ’ ἀγκῶνα καὶ ὀχλωδέστερα τοῖς κακοῖς
7. περὶ ἐξαρθρημάτων ὁ λόγος ἐστί. τούτου τοίνυν χρὴ
8. μεμνῆσθαι πρὸς πολλὰ τὴν ἀκρίβειαν τῶν κυρίων ὀνομάτων
9. οὐδὲ παρ’ ἑνὶ τῶν παλαιῶν Ἑλλήνων εὕροις ἂν φυλαττομένην,
10. ἀλλὰ τὰ μὲν χρώμενοι, τὰ δὲ μεταφέροντες λέγουσι·
11. καὶ μέντοι καὶ τὸ τῆς ἰγνύας ὄνομα καὶ αὐτὸ τοιοῦτόν
12. ἐστιν, οἷόν περ καὶ τὸ τῆς μασχάλης τὸν ὑποκάτω τοῦ
13. ὤμου τόπον σημαίνει τό τε τῆς ἰγνύος τὸν ἀντικείμενον ἐκ τῆς
14. ὀπίσῳ τῷ γόνατι. καὶ γὰρ οὖν καὶ αὐτὸ τό γόνυ τὸ πρόσω μέρος
15. ἅπαν σημαίνει τῆς ἐνταῦθα διαρθρώσεως, ὥστε κἂν
16. τῷ δέρματι τῷ κατὰ τοῦτο τὸ χωρίον ἕλκος γένηταί τινι,
17. τὸν ἄνθρωπον τοιοῦτόν φασιν ἕλκος ἔχειν ἐν τῷ γόνατι,
18. κἂν ὁ ὑπὸ τῷ δέρματι τένων ὁ περιτεταμένος τῷ ὀστῷ
19. διαιρεθῇ, καὶ τότε τραῦμά φασιν ἐν τῷ γόνατι γεγονέναι,
1. καθάπερ γε καὶ αὐτὸ τὸ τῆς μύλης πάθοι σῶμα. καλοῦσι
2. δ’ αὐτὴν οὐχ οὕτως μόνον, ἀλλὰ καὶ ἐπιγονατίδα· καὶ μέντοι
3. καὶ τὰ πλάγια μέρη τοῦ σώματος ἑρμηνεύοντες λέγουσι
4. ποτὲ μὲν ἔξω, ποτὲ δ’ ἔσω τοῦ γόνατος γεγονέναι τὸ ἕλκος.
5. ὅλον γὰρ τὸ χωρίον ἐν πλατεῖ γόνυ καλοῦσιν ὥσπερ καὶ
6. ἰγνύαν καὶ μασχάλην καὶ ὦμον. οὕτως οὖν καὶ ἀγκῶνα καὶ
7. σφυρὰ καὶ καρπὸν ὅλον τὸ χωρίον ὀνομάζει, πολλάκις δ’
8. αὐτὸ προτίθεται τὸ κατ’ ὦμον ἄρθρον, τὸ κατ’ ἀγκῶνα, τὸ
9. κατὰ γόνυ, τὸ κατ’ ἰσχίον, τὸ κατὰ σφυρὸν, πρόδηλον ὅτι
10. πως ποικίλως χρῆται τοῖς ὀνόμασιν, ὥσπερ ἔφην καὶ τοὺς
11. ἄλλους παλαιοὺς, καταφρονῶν τῆς ὕστερον ἀσκηθείσης περὶ αὐτῶν
12. μικρολογίας, ἣν οἱ μεταχειρισάμενοι καλοῦσιν ἀκρίβειαν.

Cliquer un n° de page pour en afficher l’image