Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.) [n° 110 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, p. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
Andreoni, 1972 (ita).

Hippocratis De fracturis et Galeni in eum commentarius, 2.67, ed. Kühn, 1830, vol. 18b, p. 513-515. urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:2.67


15. Ἢν δὲ τὸ τοῦ μηροῦ ὀστέον καταγῇ, τὴν κατάτασιν χρὴ
16. ποιέεσθαι περὶ παντὸς, ὅκως μὴ ἐνδεεστέρως σχήσει.
17. πλεονασθεῖσα μὲν γὰρ οὐδὲν ἂν σίνοιτο, οὐδὲ γὰρ εἰ
18. διεστεῶτα τὰ ὀστέα ὑπὸ τῆς ἰσχύος τῆς κατατάσιος ἐπιδέοι
1. τις, οὐκ ἂν δύναιτο κρατέειν ἡ ἐπίδεσις, ὥστε διεστάναι,
2. ἀλλὰ συνέλθοι ἂν πρὸς ἄλληλα τὰ ὀστέα ὅτι τάχιστα
3. ἂν ἀφῶσιν οἱ τείνοντες.

5. Ἐπειδὴ μέγιστοι μύες εἰσὶν οἱ περὶ τὸν μηρὸν, εἰκότως
6. εὐλαβεῖται μὴ κατατείνοντες τὸ κῶλον ἐλλίπωμέν τι
7. συμμέτρων· καὶ γὰρ γίνεται πολλάκις οὕτως. ὅπως οὖν
8. ἀδεέστερον ἀντιτείνωμεν, οὐδ’ ἂν πληγαίνηται, βλάψειν φησὶ
9. τὴν τάσιν. ὃ γὰρ ὑπ’ ἄλλων μορίων ὑπώπτευσεν ἄν τις
10. ἐνταῦθα συμβαίη. τί δὲ τοῦτ’ ἐστὶν ἐπιτεθῆναι τὸ κατεαγὸς
11. ὀστοῦν διεστώτων αὐτοῦ τῶν κεχρισμένων μερῶν, ἅπερ
12. ἐχρῆν τούτων ἀλλήλων, ὡς ὁπότε κατὰ φύσιν ἔχει τοῦτο τὸ
13. κῶλον, οὐδεμιᾶς μεταξὺ χώρας ἀπολειπομένης κενῆς, ἐν ᾗ
14. τῶν ἰχώρων ἀθροιζομένων κίνδυνος ᾖ σφακελίσαι τὸ ὀστοῦν·
15. εἰ γὰρ καὶ διεστῶτά ποτε δεθείη τὰ μέρη τοῦ κατεαγότος
16. ὀστοῦ πλεονασθείσης τῆς ἀντιτάσεως, οὐκ ἂν διαμείναι μετὰ
17. τὴν ἐπίδεσιν, ὡς ἐπ’ ἀλλήλων μορίων, ἐν οἷς ἡ ἐπιβολὴ τῶν
18. ἐπιδέσμων ἀκινήτους φυλάττει τοὺς μύας· ἀλλ’ οὐκ ἕν γε
1. τῷ μηρῷ φησὶ χρῆναι δεδιέναι τοῦτο διὰ τὸ μέγεθος τῶν
2. μυῶν. οὐ γὰρ κρατήσει αὐτῶν τὴν ἐπίδεσιν, ἀλλὰ κρατυνθήσεται.
3. τοῦτο δὲ εἶπεν, ἐπεὶ τῇ μὲν ἐπιδέσει πρόκειται
4. φυλάττειν οὕτως ἔχοντα τὸν μηρὸν, ὡς ἐπιδούμενος εἶχε,
5. τοῖς δὲ μυσὶν ἐπὶ τὴν ἰδίαν κεφαλὴν ἀνατρέχειν.
6. ἐναντίων οὖν ἑκατέρων προκειμένων τῶν σκοπῶν, ἐὰν μὲν ἡ
7. ἐπίδεσις κρατήσῃ, νικήσασα τὴν φυσικὴν κίνησιν τῶν μυῶν
8. ἐν τῷ διεστάναι τὰ μέρη τοῦ κατεαγότος ὀστοῦ, ἐὰν δ’ ἢ
9. τῶν μυῶν κίνησις ἰσχυροτέρα γένηται τῆς ἐπιδέσεως, ἀνασπασθήσονται
10. αὐτοὶ πρὸς τὴν ἀρχήν. συνανασπάσουσι δὲ
11. καὶ κάτω μέρη τοῦ κατάγματος ὀστοῦ καὶ προσάξουσι τῷ ἄνω.

Cliquer un n° de page pour en afficher l’image