14. Παχεῖαι γὰρ καὶ ἰσχυραὶ αἱ σάρκες ἐοῦσαι κρατήσουσι τῆς
15. ἐπιδέσιος, ἀλλ’ οὐ κρατηθήσονται. περὶ οὗ οὖν ὁ λόγος,
16. διατείνειν εὖ καὶ ἀδιαστρέπτως χρὴ, μηδὲν ἐπιλείποντα·
17. μεγάλη γὰρ ἡ αἰσχύνη καὶ βλάβη βραχύτερον τὸν μηρὸν
18. ἀποδεῖξαι. χεὶρ μὲν γὰρ βραχυτέρη γινομένη καὶ ξυγκρυφθείη
1. ἂν καὶ οὐ μέγα τὸ σφάλμα, σκέλος δὲ βραχύτερον
2. γενόμενον χωλὸν ἀποδείξει τὸν ἄνθρωπον. τὸ γὰρ ὑγιὲς
3. ἐλέγχει μακρότερον ἐὸν ὥστε λυσιτελέει τὸν μέλλοντα κακῶς
4. ἰητρεύεσθαι ἀμφότερα καταγῆναι τὰ σκέλεα μᾶλλον
5. ἢ τὸ ἕτερον. ἰσόῤῥοπος γοῦν ἂν εἴη αὐτὸς ἑωυτῷ· ἐπὴν
6. μέντοι ἱκανῶς κατατανύσῃς, κατορθωσάμενον χρὴ τοῖσι
7. θέναρσι τῶν χειρῶν ἐπιδεῖν τὸν αὐτὸν τρόπον, ὥσπερ
8. καὶ πρόσθεν γέγραπται καὶ τὰς ἀρχὰς βαλλόμενον, ὥσπερ
9. εἴρηται καὶ νεμόμενον ἐς τὸ ἄνω τῇ ἐπιδέσει καὶ ὑποκρινέσθω
10. ταῦτα ὥσπερ καὶ πρόσθεν καὶ πονεέτω κατ’ αὐτὰ
11. καὶ ῥηϊζέτω καὶ μετεπιδείσθω ὡσαύτως καὶ ναρθήκων
12. πρόσθεσις ἡ αὐτή. κρατύνεται δὲ ὁ μηρὸς ἐν πεντήκοντα
13. ἡμέρῃσιν.
15. Οὓς ἡμεῖς μῦς εἴπομεν ἐν τῷ προγεγραμμένῳ λόγῳ,
16. τούτους ὠνόμασε σάρκας συνήθει χρώμενος τῇ προσηγορίᾳ,
17. διότι πᾶσα σὰρξ αἰσθητὴ μυός ἐστι μέρος ἐν τοῖς μέσοις
1. μάλιστα μέρεσιν αὐτῶν τοιαύτη φαινομένη. κατὰ γὰρ τὰ
2. πέρατα νευρωδέστεροί πως οἱ μύες φαίνονται τὸ σαρκῶδες
3. ἔλαττον ἔχοντες.