Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.) [n° 110 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, p. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
Andreoni, 1972 (ita).

Hippocratis De fracturis et Galeni in eum commentarius, 2.69, ed. Kühn, 1830, vol. 18b, p. 517-519. urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:2.69


6. Προσξυνιέναι δὲ χρὴ καὶ τόδε, ὅτι μηρὸς γαῦσός ἐστιν ἐς
7. τὸ ἔξω μέρος μᾶλλον ἢ ἐς τὸ ἔσω καὶ ἐς τὸ ἔμπροσθεν
8. μᾶλλον ἢ ἐς τοὔπισθεν. ἐς ταῦτα τοίνυν τὰ μέρεα καὶ
9. διαστρέφεται, ἐπὴν μὴ καλῶς ἰητρεύηται· καὶ δὴ καὶ
10. κατὰ ταῦτα ἀσαρκότερος αὐτὸς ἑωυτοῦ ἐστιν, ὥστε οὐδὲ
11. ξυγκρύπτειν δύναται ἐν τῇ διαστροφῇ. ἢν οὖν τι τοιοῦτον
12. ὑποπτεύῃς, μηχανοποιέεσθαι χρὴ οἷάπερ ἐν τῷ βραχίονι
13. τῷ διαστρεφομένῳ παρῄνηται.

15. Ὅτι μὲν τὸν κυρτὸν ἡ γαῦσος φωνὴ δηλοῖ
16. πρόδηλον ἐξ αὐτοῦ τοῦ πράγματος. ὁ γὰρ μηρὸς οὐκ ἀκριβῶς
17. ἐστιν εὐθὺς, ἀλλὰ εἴς τε τὸ ἔξω κυρτότερος,
18. ὥσπερ καὶ κατ’ ἐναντία μέρη κοιλότερος. εἴτε δ’ ὀξύνειν
1. χρὴ τοὔνομα τὸ γαυσὸς εἴτε προπερισπᾷν γαῦσος ἄδηλον.
2. οὐ γάρ ἐστιν ἐν ἔθει τῷ τῶν Ἑλλήνων ἡ φωνή. κατὰ τὴν
3. ἀναλογίαν ἔνιοι μὲν προπερισπᾶσθαι κελεύουσιν αὐτὸ παραπλησίως
4. τῷ καῦσος καὶ μαῦρος καὶ γαῦρος, ἔνιοι δὲ ὀξυτονεῖσθαι.
5. δηλονότι πάντα πάθη δηλοῦντα δισύλλαβα τῇ
6. ὀξείᾳ φαίνεται κεχρημένα τάσει, χωλὸς, λορδὸς, στρεβλὸς,
7. κυρτὸς, βλαυσὸς, ῥαιβός. οὐ μόνον δὲ τὰ δισύλλαβα, ἀλλὰ
8. καὶ σχεδὸν ἅπαντα τὰ κατὰ πάθη λεγόμενα, ἀρθριτικὸς,
9. πλευριτικὸς, ἡπατικός. ὁποτέρως οὖν τις θέλει φθέγγεσθαι
10. συγχωρεῖ κἂν ποτέ σοι καὶ τὴν ὀξεῖαν τάσιν εἰπόντι γαυσός.
11. ἐπὶ τοῦτο γὰρ μόνον ἐπειράθην ῥεπόντων τῶν ἀναγινωσκόντων
12. τὸ βιβλίον, ἄν τ’ εἴπῃ τις ἀξιῶν προπερισπᾷν,
13. ὡς ἂν ἐκεῖνος ἐθελήσῃ καὶ σὺ φθέγγου, καὶ πάλιν ἂν ἑτέρῳ
14. συντύχῃς ὀξυτονεῖν ἐθέλοντι, καὶ αὐτὸς οὕτως πρᾶττε καταφρονῶν
15. καὶ τόνων καὶ ὀνομάτων, ὡς οὔτε πρὸς φιλοσοφίαν
16. συντελούντων, πολύ γε μᾶλλον οὔτε πρὸς γεωμετρίαν ἢ
17. ἀριθμητικὴν ἢ μουσικὴν ἢ ἀστρονομικὴν, ὥστε εἰ μηδεμία
1. τέχνη δέεται πρὸς τὸ ἑαυτῆς τέλος τῆς τῶν ἐπιτρίπτων τούτων
2. ὀνομάτων μακρολογίας, οὐ μόνον οὐ χρὴ προσίεσθαι
3. τὸ ἐπιτήδευμα τῶν ἀνδρῶν, ἀλλὰ καὶ καταγελᾷν ὡς μάλιστα.

Cliquer un n° de page pour en afficher l’image