18. Προσξυνιέναι δὲ χρὴ καὶ τάδε, ὅτι βραχίων κυρτὸς πέφυκεν
19. ἐς τὸ ἔξω μέρος καὶ διαστρέφεσθαι φιλέει, ἐπὴν μὴ
1. καλῶς ἰητρεύηται. ἀτὰρ καὶ τἄλλα πάντα ὀστέα εἰς
2. ὅπερ πέφυκε διεστραμμένα, ἐς τοῦτο καὶ ἰητρευόμενα φιλέει
3. διαστρέφεσθαι ἐπὴν κατεαγῇ. χρὴ τοίνυν, ἐπὴν τοιοῦτό
4. τι ὑποπτεύηται, ταινίῃ πλατείῃ προσεπιλαμβάνειν τὸν
5. βραχίονα κύκλῳ περὶ τὸ στῆθος περιδέοντα· καὶ ἐπὴν
6. ἀναπαύεσθαι μέλλῃ μεσηγὺ τοῦ ἀγκῶνος καὶ τῶν πλευρέων
7. σπλῆνά τινα πουλύπτυχον πτύξαντα ὑποτιθέναι ἢ
8. ἄλλο τι ὃ τουτέῳ ἔοικεν. οὕτω γὰρ ἂν ἰθὺ τὸ κύρτωμα
9. τοῦ ὀστέου γένοιτο. φυλάσσεσθαι μέντοι χρὴ ὅπως μὴ ᾖ
10. ἄγαν ἐς τὸ ἔσω μέρος.
12. Τὰ κατὰ τὴν ῥῆσιν ὅλην ἄχρι τῆς τελευτῆς τοῦ κατὰ
13. τὸν βραχίονα λόγου πάντ’ ἔστι σαφῆ· καὶ γὰρ τὴν αἰτίαν
14. αὐτὸς εἶπε τῆς ἐπὶ τοὐκτὸς διαστροφῆς καὶ τὴν ἐπανόρθωσιν
15. ἐκ τῆς ἐπὶ τἀναντία περιῤῥοπῆς. ἐδίδαξε καὶ τὸν πολύπτυχον
16. σπλῆνα καὶ μεταξὺ τῶν πλευρῶν τε καὶ τοῦ ἀγκῶνος
17. ἐκέλευσε τιθέναι χάριν τοῦ τὸν βραχίονα μὴ ψαύειν
18. τῶν πλευρῶν, ἀλλ’ ἐν τῷ μεταξὺ χώρας οὔσης, κἂν εἰς ἐκείνην
19. ὠθούμενον ὑπὸ τῆς τῷ στήθει προσαγούσης αὐτὸν ταινίας
1. ἀδιάστροφον γίγνεσθαι, τῆς φυσικῆς αὐτοτέρως εἰς τὴν
2. ἔξωθεν χώραν ἐκτροπῆς ἐπανορθουμένης ὑπὸ τῆς ἔσω ῥοπῆς.