Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.) [n° 110 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, p. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
Andreoni, 1972 (ita).

Hippocratis De fracturis et Galeni in eum commentarius, 2.70, ed. Kühn, 1830, vol. 18b, p. 519-522. urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:2.70


6. Προσπεριβάλλειν δὲ χρὴ ὀλίγα τῶν ὀθονίων κύκλῳ ἀμφὶ
7. τὸ ἰσχίον καὶ τὰς ἰξύας, ὅκως ἂν οἱ βουβῶνές τε καὶ τὸ
8. ἄρθρον τὸ κατὰ τὴν πληχάδα καλεομένην προσεπιδέηται·
9. καὶ γὰρ ἄλλως ξυμφέρει καὶ ὅκως μὴ τὰ ἄκρεα τῶν ναρθήκων
10. σίνηται, πρὸς τὰ ἀνεπίδετα προσβαλλόμενα.

12. Τὸ μὲν ὑποδεχόμενον ὀστοῦν τὴν τοῦ μηροῦ κεφαλὴν
13. ἰσχίον ὀνομάζεται, καθάπερ καὶ ἡ κοιλότης αὐτοῦ κοτύλη.
14. κέχρηται δὲ τοῖς ὀνόμασιν ἀμφοτέροις ὁ ποιητὴς εἰπών·

15. Ἔνθα τε μηρὸς
16. ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τε μὶν καλέουσιν.

17. ἰξύας τινὲς μὲν τὰ τῶν λαγόνων ἤκουσαν ὀστᾶ, τινὲς δὲ τὸ
1. ὑπὲρ ἄνω αὐτῶν ὅπερ ἰδίως ὀνομάζεται λαπάρα καὶ γέγραπται
2. παρὰ τῷ ποιητῇ τοῦτο τοὔνομα κατ’ ἐκεῖνο τὸ ἔπος,
3. ἔνθα φησίν·

4. οὖσα κατὰ λαπάρην.

5. ἐγὼ δὲ τὸ μὲν τῆς λαπάρας ἔχοιμ’ ἂν ἀποφήνασθαι κἀκ τῆς
6. πείρας αὐτῆς κἀκ τῆς χρήσεως Ἱπποκράτους τε καὶ τοῦ
7. ποιητοῦ καὶ αὐτοῦ τοῦ νοσήματος, ὅτι τῶν μεταξὺ τῶν τε
8. τοῦ θώρακος ὀστῶν καὶ τῶν ἰδίως καλουμένων λαγόνων
9. ὀστῶν ἐστι καὶ ῥηθήσεται περὶ αὐτοῦ κατὰ τὸν
10. οἰκεῖον καιρόν. περὶ δὲ τῶν ἰξύων οὐκ ἔχω διατείνεσθαι·
11. καὶ μέσον μὲν γὰρ ὁ ποιητὴς ἑνικῶς εἶπεν αὐτό·

12. περὶ ζώνην
13. βάλλεται· ἰξύην ἑκατὸν θυσάνοις ἀραρυῖαν.

14. καὶ καθόσον ἔτι πιθανώτερον ἐν τῷ μεταξὺ τῶν τε κατὰ
15. τοὺς λαγόνας ὀστῶν καὶ τῶν τοῦ θώρακος περιβάλλεσθαι
16. τὴν ζώνην αὐτὸ τοῦτο τοῦ σώματος ἰξύαν ἄν τις ὀνομάζεσθαι
1. νομίζῃ, καθόσον δὲ πάλιν ὁ Ἱπποκράτης τῇ παρακειμένῃ
2. λέξει πληθυντικῶς εἶπεν ἰξύας εἰρῆσθαι, διὰ τοῦτο
3. περὶ τῶν λαγόνων ὀστᾶ τὴν ἐπίδεσιν ἐπαναβαίνειν, εὐλόγως
4. ἄν τις αὐτὰ ταῦτα νομίζειεν ἰξύας εἰρῆσθαι.

5. Τὸ δ’ οὖν εἰς τὰ παρόντα χρήσιμόν ἐστιν, ὅταν ἐν τοῖς
6. ἄνω μέρεσι τοῦ μηροῦ γένηται τὸ κάταγμα μὴ μόνον ἄχρι
7. τοῦ βουβῶνος ἐπιδεῖν, ἀλλὰ καὶ προσαναβαίνειν ἐπιλαμβάνοντά
8. τινα τῶν ὑψηλοτέρων χωρίων. ἔστι δὲ ταῦτα πρῶτον
9. μὲν ἴσχιον, εἶθ’ ἑξῆς τὸ τοῦ λαγόνος ὀστοῦν, εἶθ’ ἡ
10. μετ’ αὐτὸ κενὴ χώρα τῶν ὀστῶν, ἣν λαπάραν ὀνομάζουσιν·
11. ἢν μὲν οὖν τις βούληται καὶ μέχρι ταύτης ἀνιέναι συγχωρητέον,
12. ἐὰν δὲ προσεπιδήσας τὰ τῶν λαγόνων ὀστᾶ τοῦτο
13. πράττῃ, ταῦτα δὲ ὑπερβάντα περιβάλλειν εὐθέως ταῖς λαπάραις
14. τὸν ἐπίδεσμον οὐκ ἀξιῶ, περὶ παντός γε ποιουμένου
15. τοῦ Ἱπποκράτους μηδεμίαν ἐν ταῖς ἐπιδέσεσιν ἀπολείπεσθαι
16. χώραν, κἂν ἀνεπίδετον, ἀλλ’ ἐξ ἴσου ἅπαντα τὰ μέλη κατειλῆφθαι
17. συνεχῶς τοῖς ὀθονίοις ἄχρι περ ἂν ἐπιλαμβάνειν
18. δόξῃ τοῦ ὑγιοῦς. πληχάδα δὲ τινὲς μὲν διὰ τοῦ γ γράφουσι
1. πλιγάδα, τινὲς δὲ διὰ τοῦ χ πληχάδα. δηλοῖ δὲ τοὔνομα
2. τὸ μεταξὺ τῶν δύο σκελῶν χωρίον, ἐντεῦθεν καὶ τὸ ἐκπεπλῆσθαι
3. καὶ διαπεπλῆσθαι παρ’ αὐτῷ γέγραπται καὶ παρὰ
4. τῷ ποιητῇ, τοὶ δ’ ἐπλήσσοντο πόδεσσι.

Cliquer un n° de page pour en afficher l’image