7. Ἀπολείπειν δὲ χρὴ ἀπὸ τοῦ γυμνοῦ αἰεὶ τοὺς νάρθηκας καὶ
8. ἔνθεν καὶ ἔνθεν ἱκανῶς καὶ τὴν θέσιν αἰεὶ τῶν ναρθήκων
9. προμηθέεσθαι χρὴ ὅκως μήτε κατὰ τὸ ὀστέον τῶν
10. ἐξεχόντων παρὰ τὰ ἄρθρα φύσει πεφυκότων μήτε κατὰ
11. τὸ ἄρθρον νεῦρον ἔσται.
13. Πολλὰ τῶν κοινῶν καὶ γενικῶν ἐφ’ ἑνὸς τῶν κατ’ εἶδος
14. ἐσομένων εἴωθε διδάσκειν ὁ Ἱπποκράτης ἐπισημαινόμενος,
15. ὅτι μὴ μόνου τοῦ εἴδους ἐστὶν, ἀλλὰ καὶ πάντων ἢ
16. πλειόνων ἤ τινων. προστίθησι δὲ τῷ λόγῳ ποτέ μὲν τὸ
17. ἀεὶ, καθάπερ καὶ νῦν, ἐνίοτε δὲ εἰς τὰ πολλὰ χρηστὸν
18. τοῦτο συνιέναι, ἐνίοτε δὲ ὅτι πρὸς πάντα τοῦτο χρήσιμον.
1. ἔσται γὰρ ὄντως ἀεὶ καὶ τὸ νῦν εἰρημένον ὑπ’ αὐτοῦ χρήσιμον
2. οὐκ ἐπὶ μηροῦ μόνον, ἀλλ’ ἐπὶ πάντων ἁπλῶς τῶν
3. λαμβανόντων καταγμάτων τοὺς νάρθηκας. οὕτως γὰρ αὐτὸς
4. ἔχειν μήκους προσῆκεν, ὡς μὴ ψαύειν τοῦ γυμνοῦ, καὶ μάλιστα
5. δὲ αὐτὸ φυλάττεσθαί φησι δεῖν, ὅταν ἐξοχαῖς ὀστῶν
6. πλησιάζῃ τὰ τῶν ναρθήκων πέρατα.