Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.) [n° 110 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, p. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
Andreoni, 1972 (ita).

Hippocratis De fracturis et Galeni in eum commentarius, 2.72, ed. Kühn, 1830, vol. 18b, p. 523-526. urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:2.72


9. Τὰ δὲ οἰδήματα κατ’ ἰγνύην ἢ κατὰ πόδα ἢ κατά
10. τι ἄλλο ἐξαειρεύμενα ὑπὸ τῆς πιέσιος εἰρίοισι πολλοῖσι
11. ῥυπαροῖσιν εὖ κατειργασμένοισιν οἴνῳ καὶ ἐλαίῳ ῥήνας,
12. κηρωτῇ ὑποχρίων καταδεῖν καὶ ἢν πιέζωσιν οἱ νάρθηκες,
13. χαλῶν θᾶσσον. ἰσχναίνειε δ’ ἂν, εἰ ἐπάνω ἐς τὰς νάρθηκας
14. ὀθονίοισιν ἰσχνοῖσιν ἐπιδέοις τὰ οἰδήματα ἀρξάμενος
15. ἀπὸ τοῦ κατωτάτω ἐπὶ τὸ ἄνω νεμόμενος.

17. Τὰ ἐξαειρεύμενά φησιν οἰδήματα πρὸς τῆς πιέσεως,
18. ὅπερ ἐστὶν ἐξαιρόμενα διὰ τὴν ἐκ τῶν χυμῶν θλίψιν ἐνεχθέντων
1. σφοδρῶς θεραπευτέον ἐπιδέοντα ἔρια πολλὰ, ῥυπαρά,
2. καλῶς κατειργασμένα ῥαίνοντας ἐλαίῳ καὶ οἴνῳ. προϋποχρίειν
3. δὲ ἀξιοῖ τὸ δέρμα καθ’ ὃ ταῦθ’ ὑποτεθήσεται
4. κηρωτῇ καὶ τὴν αὐτὴν ἐπίδεσιν ἀπὸ τῶν οἰδημάτων ἐπὶ τὰ
5. ἄνω ποιεῖσθαι. περὶ μὲν τοῦ τρόπου τῆς ἐπιδέσεως αὐτὸς
6. ἐδίδαξεν εἰπὼν, πόθεν μὲν ἄρξεταί τις ἐπιδεῖν, ἐκ τοῦ αὐτοῦ
7. παραπέμπεσθαί τε καὶ ἄγεσθαι. περὶ δὲ τῶν φαρμάκων
8. οἷς χρῆται τῆς δυνάμεως εἴρηται μὲν ἐπὶ πλέον
9. ἐν ταῖς περὶ αὐτῶν πραγματείαις. εἰρήσεται δὲ καὶ νῦν
10. τὰ κεφάλαια τῶν ἐν ἐκείνοις δεδειγμένων. τὸ μὲν οὖν ἔλαιον
11. ἀνωδύνου τε καὶ διαφορητικῆς ἐστι δυνάμεως, ὁ δὲ οἶνος
12. ξηραντικῆς τε καὶ ἀποκρουστικῆς, πεπτικῆς, μαλακτικῆς,
13. διαφορητικῆς δυνάμεως. εὔδηλον δὲ ὅτι καὶ τὰ ῥυπαρὰ ἔρια
14. τὰ πρὸς ἐνίων οἰσυπηρὰ καλούμενα καὶ ἡ κηρωτὴ μετὰ τοῦ
15. παρηγορικοῦ διαφορητικόν τέ τι καὶ ἀποκρουστικὸν ἔχει.
16. προσηκόντως δὲ ἐκ τοιούτων φαρμάκων συνεστήσατο τὴν
17. θεραπείαν. ἐπεὶ γὰρ τὸ οἴδημα μεῖζον τοῦ προσήκοντος
18. γίνεται, ὑπὸ τῶν παρὰ τῆς ἐπιδέσεως ἐκθλιβέντων αὐτόθι,
1. πρῶτος μὲν ἔστω σοι σκοπὸς τῆς θεραπείας ἐκκενωθῆναι
2. τὸ παρὰ φύσιν ἐν τῷ οἰδισκομένῳ μορίῳ. διὰ τίνων δὲ
3. πολὺ ὂν τοῦτο διαπραξόμεθα; τῷ τ’ ἀποκρούεσθαι καὶ τῷ
4. διαφορεῖν καὶ τῷ παρηγορεῖν. τὸ μὲν ἀποκρούεσθαι καὶ
5. διαφορεῖν, ὡς ἄντικρυς κενῶνται, τὸ δὲ παρηγορεῖν ὅπως μὴ
6. διὰ τὴν ὀδύνην ῥευματίζοιτο τὸ πεπονθὸς μόριον· διὰ τοῦτο
7. γοῦν τοῖς ἧττον ἀποκρουστικοῖς τε καὶ διαφορητικοῖς ἐπὶ
8. τῶν φλεγμαινόντων χρώμεθα. τὰ γὰρ ἰσχυρῶς ἑκάτερα
9. τούτων δρῶντα παροξύνει τὰς ὀδύνας. τούτοις μὲν οὖν τοῖς
10. λογισμοῖς χρώμενος ὁ Ἱπποκράτης τά τε ἔρια ῥυπαρὰ, τουτέστιν
11. οἴσυπον ἔχοντα, παραλαμβάνει μὲν κατὰ τὴν θεραπείαν
12. ἔλαιόν τε καὶ οἶνον καὶ κηρωτὴν, αὐτὰ δὲ τὰ ἔρια
13. καλῶς κατειργάσασθαι κελεύει, τουτέστιν ἐξάνθαι χάριν τοῦ
14. προσηνοῦς τε καὶ παρηγορικοῦ. τὰ μὲν γὰρ πεπλυμμένα
15. ῥᾳδίως μαλάττεται ξηραινόμενα, τὰ δ’ οἰσυπηρὰ διὰ τὸν
16. ῥύπον οὐκ εὐμεταχείριστα τοῖς ξαίνουσιν οὐδὲ εὐκατέργαστα
17. γίνεται. διὸ πολλάκις ἀμελέστερον κατεργασθέντα, ξηρὰ
18. προσπίπτει τοῖς ὀδυνωμένοις μορίοις. εἰδὼς οὖν τοῦτο
1. παρεωραμένον ἐνίοτε προσέγραψεν εὖ κατειργασμένοις· καὶ
2. μέντοι καὶ πολλοῖς αὐτοῖς χρῆται χάριν τοῦ φυλάττειν τὴν
3. ἐκ τοῦ οἴνου καὶ ἐλαίου νοτίδα. τὰ γὰρ ὀλίγα ῥᾳδίως ξηραίνεται,
4. τοῦ πρώτου δ’ ἔχεται σκοποῦ καὶ ὁ τῆς ἐπιδέσεως
5. τρόπος, ὡς εἴρηται, τῶν οἰδισκομένων μορίων ἀπάγων τὸ
6. αἷμα πρὸς τὰ ὑπερκείμενα.

Cliquer un n° de page pour en afficher l’image