5. Καὶ ὑπερθείη ὑπὲρ τὰ ἀρχαῖα ἐπιδέσματα, ἀλλ’ οὐ χρὴ
6. τούτῳ τῷ τρόπῳ χρῆσθαι τῆς ἐπιδέσιος, ἢν μὴ κίνδυνος
7. ᾖ ἐν τῷ οἰδήματι φλυκταινώσιος ἢ μελασμοῦ. γίνεται
8. δὲ οὐδὲν τοιοῦτο, ἢν μὴ ἄγαν τις πιέζῃ τὸ κάτηγμα ἢ
9. κατακεκραμένον ἔχῃ ἢ κνῆται τῇ χειρὶ ἢ ἄλλο τι προσπίπτῃ
10. ἐρεθιστικὸν πρὸς τὸν χρῶτα.
12. Μία μὲν αὕτη γραφὴ, τινῶν μὲν οἰδημάτων βουλομένων
13. ἐπὶ τὴν ἐπίδεσιν ἀνιέναι τῶν ἐκθλιβομένων τῶν οἰδημάτων
14. χυμῶν, ἐνίων δὲ εἰς τὰ κατὰ τὴν ἐπίδεσιν χωρία
15. παραγίνεσθαι. κρῖναι δὲ οὐ χαλεπόν ἐστι τὴν διαφωνίαν
16. αὐτῶν, ὁρισθείσης τῆς ἐπιδέσεως· εἰ μὲν γὰρ ἐπανέντες
17. τοὺς νάρθηκας ἐπιδήσαιμεν ὡς εἴρηται τὸ οἰδηκὸς, ἀφίκοιτ’
18. ἄν τι τοῦ αἵματος εἰς τὰ κατὰ τὴν ἐπίδεσιν χωρία.
1. εἰ δὲ ἀφελόντες τοὺς νάρθηκας καὶ λύσαντες ὅλην τὴν ἐπίδεσιν
2. εὐθὺς ἐξ ἀρχῆς ἐπιδήσαιμεν, ἅμα μὲν τῷ καταγματικῷ
3. τρόπῳ χρώμενοι τῆς ἐπιδέσεως, ἅμα δὲ καὶ μὴ μιγνύντες
4. αὐτῶν τῶν ἀπὸ τῶν οἰδημάτων ἀρχομένων ὑπερεῖκαν
5. οὕτως τὴν ἀρχαίαν ἐπίδεσιν, ὁ ἐκθλιβόμενος χυμὸς ἐπὶ τὰ
6. τῆς ἐπιδέσεως ὑψηλὰ χωρία.