9. Σωλῆνα δ’ ἢν μέν τις ὑπ’ αὐτὸν τὸν μηρὸν ὑποθείη μὴ
10. ὑπερβάλλοντα τὴν ἰγνύην, βλάπτοι ἂν μᾶλλον ἢ ὠφελέοι.
11. οὔτε γὰρ ἂν τὸ σῶμα κωλύοι οὔτε τὴν κνήμην ἄνευ τοῦ
12. μηροῦ κινεῖσθαι. ἀσηρὸν γὰρ εἴη πρὸς τὴν ἰγνύην προσβαλλόμενον,
13. καὶ ὃ ἥκιστα δεῖ, τοῦτ’ ἂν ἐποτρύνοι ποιέειν.
14. ἥκιστα γὰρ δεῖ κατὰ τὸ γόνυ κάμπτειν. πᾶσαν γὰρ ἂν
15. τυρβὴν παρέχοι τῇσιν ἐπιδέσεσιν καὶ μηροῦ ἐπιδεδεμένου
16. καὶ κνήμης, ὅστις κατὰ τὸ γόνυ κάμπτοι, ἀνάγκη
17. ἂν εἴη τούτῳ τοὺς μύας ἄλλοτε καὶ ἄλλοτε ἄλλο σχῆμα
18. ἴσχειν. ἀνάγκη δ’ ἂν εἴη καὶ τὰ ὀστέα τὰ κατεηγότα
19. κίνησιν ἔχειν· περὶ παντὸς οὖν ποιητέον τὴν ἰγνύην ἐντετάσθαι.
1. δοκεῖ ἂν οὖν ὁμοίως ὁ σωλὴν ὁ περιέχων πρὸς
2. τὸν πόδα ἀπὸ τοῦ ἰσχίου ὠφελέειν ὑποτιθέμενος.
4. Ἐφεξῆς τῷ τῶν οἰδημάτων λόγῳ ἔγραψε περὶ τοῦ σωλῆνος
5. σαφῶς. εἴρηται δ’ ἂν ἡμῖν ἔμπροσθεν ὡς ἤτοι
6. διαμπερῆ, τουτέστι δι’ ὄλου τοῦ σκέλους ὑποτίθεσθαι τὸν
7. σωλῆνα προσήκει ἢ μηδ’ ὅλως ὑποτίθεσθαι. λέλεκται δὲ
8. καὶ περὶ τοῦ μηχανικοῦ γλωττοκόμου τοῖς νεωτέροις ἰατροῖς
9. ἐπινοηθέντος ὀρθῶς.