12. Καὶ ἄλλως κατ’ ἰγνύην ταινίην χαλαρῶς περιβάλλειν ξὺν τῷ
13. σωλῆνι, ὥσπερ τὰ παιδία ἐν τῇσι κοίτῃσι σπαργανοῦνται,
14. εἶτα ἐπὴν ὁ μηρὸς ἐς τὸ ἄνω διαστρέφοιτο ἢ ἐς τὸ πλάγιον,
15. εὐκατασχετώτερον εἴη ἂν ξὺν τῷ σωλῆνι οὕτως. ἢν
16. οὖν διαμπερὲς εἴη, ποιητέος ὁ σωλὴν ἢ οὐ ποιητέος.
18. Τὸ σὺν τῷ σωλῆνι ἤκουσαν ἔνιοι μὲν ἔξω τοῦ σωλῆνος
19. περιβάλλεσθαι τὴν ταινίαν ἀξιοῦντες ὡς εἶναι τὸ λεγόμενον·
1. ταινίαν περιβάλλειν χαλαρῶς προσήκει σὺν ἀμφοτέρῳ, τῇ
2. τε ἰγνύῃ τοῦ κάμνοντος καὶ τῷ ἔξω ἐν αὐτῇ σωλῆνι,
3. τουτέστιν ὥστε μὴ τηνικαῦτα αὐτὴν, ἀλλὰ σὺν τῷ σωλῆνι
4. κατειλῆφθαι. τινὲς δ’ ἔξωθεν ἀξιοῦσι περὶ αὐτὴν τὴν
5. ἰγνύαν περιβεβλῆσθαι τὴν ταινίαν, ὅπως σηρίζῃ καὶ αὐτὴ
6. τὸ σκέλος ἅμα τῷ σωλῆνι, τουτέστι σὺν τῆς τοῦ σωλῆνος
7. κρίσεως, μήτ’ αὐτῆς μόνης ἱκανῆς οὔσης εἰς ἀσφάλειαν
8. μήτε τοῦ σωλῆνος, ἀλλ’ ἀμφοῖν ἅμα συνιόντων.