11. Πτέρνης δ’ ἄκρης κάρτα χρὴ ἐπιμελέεσθαι, ὡς εὐθέτως
12. ἔχοι καὶ ἐν τοῖσι κατὰ κνήμην καὶ ἐν τοῖσι κατὰ μηρὸν
13. κατήγμασιν· ἢν μὲν γὰρ ἀπαιώρηται ὁ ποὺς τῆς ἄλλης
14. κνήμης ἡρματισμένης, ἀνάγκη κατὰ τὸ ἀντικνήμιον τὰ
15. ὀστέα κυρτὰ φαίνεσθαι, ἢν δὲ ἡ μὲν πτέρνη ὑψηλοτέρη
16. ᾖ τοῦ μετρίου ἠρτισμένη, ἡ δὲ ἄλλη κνήμη ὑπομετέωρος
17. ᾖ, ἀνάγκη τῷ ὀστέῳ τούτῳ κατὰ τὸ ἀντικνήμιον τοῦτο
18. κοιλότερον φανῆναι τοῦ μετρίου, προσέτι καὶ ἢν ἡ πτέρνη
19. τυγχάνῃ ἐοῦσα τοῦ ἀνθρώπου φύσει μεγάλη. ἀτὰρ καὶ
1. κρατύνεται πάντα τὰ ὀστέα βραδύτερον, ἢν μὴ κατὰ φύσιν
2. κείμενα ᾖ καὶ τὰ μὴ ἀτρεμέοντα ἐν τῷ αὐτέῳ σχήματι
3. καὶ αἱ πωρώσιες ἀσθενέστεραι.
5. Οὕτως ἐν τοῖς ἔμπροσθεν ἡνίκα περὶ πήχεως
6. παραλαμβανομένου τῇ ταινίᾳ τὸν λόγον ἐποιεῖτο, ἔφαμεν
7. γεγονέναι γραφήν· ἐνίων μὲν ἄνευ τῆς ἀποφάσεως τῆς μὴ
8. γραψάντων μετέωρος, ἐνίων δὲ σὺν ἐκείνῃ μὴ μετέωρος,
9. οἱ μὲν ἐν ἴσῳ τῷ ἀστηρίκτῳ οὐδενὸς ἐρείσματος ὑποβεβλημένου,
10. οἱ δ’ ἔμπαλιν ἐπὶ τῆς ὀχουμένης ἐπί τινος ἕδρας
11. ἀσφαλῶς, ἡρματισμένης δὲ παρὰ τὰ ἕρματα, τουτέστι τὰ
12. ἐρείσματα πεποίηκε τοὔνομα. γινώσκομεν δή που καὶ τὰ
13. ἕρματα καὶ παρὰ τῷ ποιητῇ γεγραμμένα κατ’ ἐκεῖνο τὸ
14. ἔπος, ἔνθα φησίν·
15. ὑπὸ δ’ ᾔρεον ἕρματα νηῶν.
16. εἴη ἂν οὖν τὸ ἡρματισμένης ἀντὶ τοῦ ἠρτημένης.