5. Ποὺς δὲ ἀνθρώπου ἐκ πολλῶν καὶ μικρῶν ὀστέων
6. ξύγκειται, ὥσπερ καὶ χεὶρ ἄκρη.
8. Ἀναλογία τίς ἐστι τοῖς τῆς χειρὸς ὅλης μέρεσι πρὸς
9. τὰ τοῦ σκέλους· ὁποῖον μὲν γὰρ ἐν τῇ χειρὶ βραχίων ἐστὶ,
10. τοιοῦτον ἐν τῷ σκέλει μηρός· ὁποῖος δὲ ἐν ἐκείνῃ πῆχυς,
11. ἐν σκέλει κνήμη. καὶ δὴ τὸ λοιπὸν μέρος ἡ ἄκρα χεὶρ ἀνάλογόν
12. ἐστι ποδὶ, περὶ ὃν οὐδὲν ἴδιον ὄνομα τοιοῦτον ἔχομεν
13. ἄκρας χειρὸς, ὁποῖον πούς ἐστι χωρὶς τοῦ σκέλους. εἰκότως
14. οὖν καὶ πόδα μὲν ἁπλῶς εἶπε μὴ προσθεὶς ἄκρον.
15. χεῖρα δὲ οὐκέθ’ ἁπλῶς ὠνόμασεν, ἀλλ’ ἄκραν προσέθηκε.
16. ταῦθ’ ἡμῖν ὑπὲρ τῆς τῶν ὀνομάτων χρήσεως αὐτάρκως εἴρηται.
17. περὶ δὲ τῶν πραγμάτων αὐτῶν ἐφεξῆς λέγομεν·
1. ἀκόλουθος μὲν ἦν οἶς ἔμπροσθεν διῆλθεν ὁ περὶ τῆς ἄκρας
2. χειρὸς λόγος. ὁ δ’ οὐ περὶ ταύτης μόνης, ἀλλὰ καὶ περὶ
3. τοῦ ποδὸς ἅμα διδάσκει καὶ πλείω λόγον ὑπὲρ ἐκείνου ποιεῖται,
4. διότι πλείονος ἐπιμελείας δεῖται. φησὶν οὖν ἐκ πολλῶν
5. καὶ μικρῶν ἄμφω συγκεῖσθαι τὰ μόρια, προστιθέντες
6. δ’ ἡμεῖς εἴπωμεν ἂν καὶ σκληρῶν· ἀμύελά τε γάρ ἐστι καὶ
7. ἥκιστα σηραγγώδη, λιθιδίοις ἐοικότα μικροῖς. ἔστι δ’ ὅλης
8. τῆς χειρὸς ἀναλογία πρὸς ὅλῳ τῷ σκέλει, οὕτως καὶ τοῖς
9. ἄκροις αὐτῶν. ὁποῖος μὲν γάρ ἐστιν ἐν χειρὶ καρπὸς, τοιοῦτος
10. ἐν ποδὶ ταρσὸς, ὁποῖον δὲ μετακάρπιον ἐν χειρὶ, τοιοῦτον
11. τὸ πεδίον ἐν ποδί. περὶ δὲ τῆς τῶν δακτύλων ἀναλογίας,
12. κἂν ἐγὼ μὴ λέγω, δῆλον. ἔξωθεν δὲ τῶν εἰρημένων
13. ἐστὶν ἐν τῷ ποδὶ τὰ κατὰ τὴν πτέρναν ὀστᾶ, διὸ καὶ τοῦ
14. ποδὸς ὁ λόγος αὐτῷ γίγνεται μακρότερος ἤπερ τῆς ἄκρας
15. χειρός. οἷα μὲν γὰρ πρὸς ἐκείνην αὐτῷ κοινὰ πρῶτον
16. διῆλθεν, ὅσα δὲ ἴδια προσέθηκεν ἐκείνοις ἐφεξῆς· ὁ μὲν οὖν
17. καρπὸς ἐξ ὀκτὼ πάντων ὀστῶν σύγκειται, τὸ δὲ μετακάρπιον
18. ἐκ τεττάρων, ἕκαστος δὲ τῶν δακτύλων ἐκ τριῶν, ὡς
1. εἶναι τὰ πάντα τῆς ἄκρας χειρὸς ἑπτὰ καὶ εἴκοσι. τά γε
2. μὴν τοῦ ποδὸς αὐτῶν μὲν τῶν δακτύλων εἰσὶ τεσσαρακαίδεκα·
3. δύο γὰρ ὀστᾶ μέγας ὁ δάκτυλος αὐτοῦ ἔχει, τὸ δὲ
4. πεδίον ἐκ πέντε σύγκειται, καὶ διὰ τοῦτ’ ἀμφοτέρων τῶν μορίων
5. ἐννεακαίδεκά ἐστιν ὅσαπερ ἐν ἄκρᾳ χειρὶ μετακαρπίου
6. τε καὶ δακτύλων. ἑνὶ μὲν γὰρ ἀπολείπεται τὸ μετακάρπιον
7. ὀστῷ τοῦ πεδίου, ἑνὶ δὲ οἱ δάκτυλοι τῆς χειρὸς ὀστῷ πλεονεκτοῦσι
8. τῶν ἐν τῷ ποδί. καὶ διὰ τοῦτο συναμφότερα
9. συναμφοτέροις ἴσον ἔχει τὸν ἀριθμόν· λοιπὸν ἐν χειρὶ μὲν
10. ὁ καρπὸς ἐξ ὀκτὼ τῶν πάντων ὀστῶν ἐστιν, ἐν ποδὶ δὲ
11. ταρσὸς ἅμα τῇ πτέρνῃ τε καὶ ἀστραγάλῳ τῶν πάντων ὀκτώ.
12. τοῦ γὰρ τῆς πτέρνης ὀστοῦ μεγίστου ὄντος ἁπάντων τῶν ἐν
13. ἄκροις ἀμφοτέροις τοῖς κώλοις ὑπεστηριγμένου τε τῷ ἀστραγάλῳ
14. καὶ τῇ κνήμῃ καὶ σχεδὸν ὅλον τὸ σῶμα βαστάζοντος,
15. ὁπόταν ὀρθοὶ στῶμεν, ἐν δὲ τοῖς πρόσω μέρεσι
16. συνηρθρωμένου πρὸς τὸ κυβοειδὲς, ὥσπερ γε καὶ τοῦ ἀστραγάλου
17. κεφαλὴ πρὸς τὸ σκαφοειδὲς, οἷς ἀμφοτέροις ἄλλα τε
18. περιδιήρθρωται τὰ κατὰ τὸν ταρσὸν τοῦ ποδὸς μάλιστα
1. κείμενα· καὶ εἴπερ τις ἐθέλει καὶ τὸν ἀστράγαλον ἄκρον τῷ
2. σκέλει προσνέμειν, ὁ αὐτὸς ἀριθμὸς ἔσται τῶν ὀστῶν ἐν
3. ἑκατέρῳ πέρατι τῶν κώλων, ὥστε τρόπῳ διδασκαλίας οὐκ
4. αὐτῇ τῶν πραγμάτων τῇ φύσει διαφέρεσθαι τοὺς ζ΄ καὶ κ΄
5. εἶναι λέγοντας ὀστᾶ πρὸς τοὺς στ΄ καὶ κ΄ εἰπόντας. εἰ μὲν
6. γὰρ προσνέμοις ἄκρῳ τῷ σκέλει τὸν ἀστράγαλον ζ΄ καὶ κ΄
7. ἔσται. χωρὶς δὲ ἐκείνου τὰ πάντα τοῦ ποδὸς στ΄ καὶ κ΄
8. ὀστᾶ γίνεται. διὰ τοῦτ’ οὖν ὀρθῶς προσεῖπε· ποὺς δὲ ἀνθρώπου
9. ἐκ πολλῶν καὶ μικρῶν σύγκειται ὀστῶν, ὥσπερ καὶ
10. χεὶρ ἄκρη, τὸν μὲν λόγον ποιούμενος ὡς πρὸς εἰσαγομένους
11. καὶ ἀνατετμηκότας, ἀναμιμνήσκων δέ ὧν ἐμάθομεν εἰς τὰ
12. παρόντα χρησίμων· οὐ γὰρ δὴ τοῦτο μόνον εἰδέναι προσῆκεν,
13. ὡς ἐκ πολλῶν καὶ σκληρῶν καὶ μικρῶν ὀστῶν ἑκάτερον
14. ὧν εἴπομεν σύγκειται. προσαναμεμνῆσθαι δὲ χρὴ καὶ τὸ
15. σχῆμα καὶ τὸ μέγεθος ἑκάστου καὶ τὴν πρὸς τὰ πλησιάζοντα
16. σχέσιν, ὅπερ ὀνομάζεται θέσις, ἵν’ ὅταν ἐκ τῆς ἰδίας
17. χώρας κινηθῇ τι τῶν ἐν τούτοις τοῖς μέρεσιν ὀστῶν ἑτοίμως
18. αὐτῷ καταντῶμεν.