Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.) [n° 110 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, p. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
Andreoni, 1972 (ita).

Hippocratis De fracturis et Galeni in eum commentarius, 2.9, ed. Kühn, 1830, vol. 18b, p. 435-438. urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:2.9


2. Κατάγνυται μὲν οὐ πάνυ τι ταῦτα τὰ ὀστέα, ἢν μὴ ξὺν τῷ
3. χρωτὶ τιτρωσκομένῳ ὑπὸ ὀξέος τινὸς ἢ βαρέος· τὰ μὲν
4. οὖν τιτρωσκόμενα ἐν ἑλκοσίων μέρει εἰρήσεται ὡς χρὴ
5. ἰητρεύειν.

7. Χρῶτα καλοῦσιν οἱ Ἴωνες, ὃ ἦν τοῦ σώματος ἡμῶν
8. σαρκῶδες, ἐν ᾧ μάλιστα γένει τὸ δέρμα καὶ οἱ μύες εἰσὶν,
9. ἐφεξῆς δὲ οἱ ὑμένες καὶ σπλάγχνα. τὸ δὲ τῶν ὀστῶν γένος
10. οὐκ ὀνομάζουσι χρῶτα, καθάπερ οὐδὲ τοὺς χόνδρους, οὐδὲ
11. τοὺς συνδέσμους. οὕτως οὖν καὶ Ὅμηρος φαίνεται τῇ προσηγορίᾳ
12. χρώμενος ἐν οἷς φησιν·

13. Ἀεὶ τῶν ἔσται χρὼς ἔμπεδος ἢ καὶ ἀρείων.

14. καὶ ἔμπαλιν·

15. Ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.

16. ὁ τοίνυν προσεῖπεν ἐπὶ τῶν προειρημένων μορίων, ἅπερ ἦν
17. πούς τε καὶ ἄκρα χεὶρ οὐ πάνυ τι κατάγνυσθαί φησι τὰ
1. ὀστᾶ χωρὶς ἕλκους· τῷ γὰρ σὺν χρωτὶ τιτρωσκομένῳ τὸ
2. αὐτὸ σημαίνει τῷ μεθ’ ἕλκους, οὐδὲ διάφορον οἴεται κατὰ
3. τὸν ἐνεστῶτα λόγον ἕλκους εἰπεῖν ἢ τραύματος. ὀλίγιστον
4. δέ ἐστιν ἐν ἄκροις τοῖς κώλοις. τὸ γὰρ σαρκῶδες, ὥσπερ
5. πλεῖστον ἐν βραχίονί τε καὶ μηρῷ, τοῦτ’ οὖν τὸ ὅλον ἑτοίμως
6. πάσχει προσπεσόντος τινὸς ἔξωθεν ἄκρᾳ χειρὶ καὶ ποδὶ
7. τοῦ δυναμένου κατάξαι τι τῶν ἐν αὐτοῖς ὀστῶν. αἰτίαι γάρ
8. εἰσι γοῦν γενικώταται τέσσαρες ὀστῶν κατάγματος ἤτοι
9. θλάσαι τι δυνάμενον ἰσχυρῶς ἐμπεσόν. ἔστι δὲ δῆλον ὅτι
10. χρὴ τὸ τοιοῦτον σῶμα σκληρὸν μὲν κατὰ τὴν οὐσίαν, οὐ
11. σμικρὸν δὲ κατὰ τὸν ὄγκον ἢ διατεμνόμενον τὸ δέρμα μόνον
12. ἤ τι τῶν μετ’ αὐτὸ τὸ μέχρι τῶν ὀστῶν, ἀλλὰ καὶ αὐτὰ
13. τὰ ὀστᾶ· καὶ καλεῖ γ’ ἕδραν αὐτὸς τὸ τοιοῦτον πάθημα
14. τῶν ὀστῶν ἐν τῷ περὶ τῶν ἐν τῇ κεφαλῇ τραυμάτων
15. καὶ μέντοι καὶ καθαλλόμενοί τινες ἀφ’ ὑψηλοῦ διέκλασαν
16. ἤτοι τῆς κνήμης ὀστοῦν ἢ τὸ τοῦ μηροῦ ξηροτέρων
17. αὐτοῖς καὶ οὐ πάνυ πυκνῶν ὄντων. ἴδομεν δὲ καὶ κατὰ
18. παλαίστραν κάταγμα γιγνόμενον κατὰ περίκλασιν. οὕτω
1. γὰρ ἄν τις ἑρμηνεύσειε σαφῶς, ὥσπερ κἀπὶ τοῦ συντριβέντος
2. τὴν κνήμην, μετὰ τῆς περόνης ἅμα τραύματι μεγάλῳ
3. γυμνωθέντων τῶν ὀστῶν. συνέβη γὰρ ἐκεῖνο γενέσθαι τὸ
4. κάταγμα τῆς κνήμης ἐγκαρσίας ὑποβεβλημένης τῷ τοῦ παλαίοντος
5. κώλῳ καταναγκαζομένων αὐτῆς κάτω τῶν περάτων
6. ἀμφοτέρων παραπλησίου συμβαίνοντος τῷ γιγνομένῳ, ὥσπερ
7. περὶ τὰ κλώμενα ξύλα κατὰ προαίρεσιν ὑφ’ ἡμῶν αὐτῶν.
8. ἐπιτιθέντες γὰρ αὐτὰ καθ’ ἑκατέρου μηροῦ λοξὰ κἀπὶ τῶν
9. χειρῶν ἑκάτερον τὸ ἄκρον ἰσχυρῶς ἀναγκάζοντες κάτω κατὰ
10. τὸ μέσον αὐτῶν ὁρῶμεν ῥηγνύμενα.

11. Ὥσπερ οὖν οὔτε μέγα ξύλον οὔτ’ εὔτονον, ἀλλὰ καὶ
12. σμικρὸν καὶ ἄῤῥωστον ἐν τούτῳ τῷ τρόπῳ κλῶμεν, οὕτως
13. ἐπειδὰν ὀστοῦν ἀσθενὲς ᾖ φύσει κατὰ τὰς εἰρημένας ἐνεργείας
14. διακλᾶται μέσον τοιούτων. ἀλλ’ ὁ τοιοῦτος τρόπος
15. τῶν παλαισμάτων ἐν ἄκροις τοῖς κώλοις ὀστῶν, οὔθ’ ὅταν
16. ἀφ’ ὑψηλοῦ πηδήσαντες ἢ καταφερόμενοι τηρήσουσιν ἐπὶ
17. τῆς γῆς ἢ βιαίως τὸν πόδα διασπῶντες, μᾶλλον γὰρ ἐν ταῖς
1. τοιαύταις πληγαῖς οἱ σύνδεσμοι τῶν ὀστῶν ἤπερ αὐτὰ κατάγνυται.
2. τοῦτο δ’ αὐτοῖς συμβαίνει καὶ διὰ τὴν σμικρότητα
3. μὲν, ἀλλὰ καὶ διὰ τὴν σκληρότητα μᾶλλον, οὐ μὴν
4. οὐδὲ τοῖς ἔξωθεν αὐτοῖς ἐμπιπτόντων σφοδρῶς δύναταί τι
5. ῥᾳδίως συντρῖψαι μὴ σκληρότερόν τε τῶν ὀστῶν ὑπάρχον,
6. ἀξιόλογον δὲ τῷ μεγέθει. τὸ δὲ τοιοῦτον οὐδὲ τοῦ δέρματος
7. φείδεται, καθάπερ οὐδ’ ὅταν ὀξὺ τὸ τιτρῶσκον ᾖ· καὶ
8. γὰρ καὶ τοῦτο φθάνει προδιατέμνον ἃ τοῖς ὀστοῖς ἐπίκειται,
9. πρὶν ἐντυχεῖν αὐτοῖς ὅπερ εὐλόγως ἔφη μὴ πάνυ τι
10. κατάγνυσθαι τὰ ὀστᾶ ταῦτα χωρὶς ἕλκους. ἀλλ’ ἐπεὶ μέλλει
11. περὶ τῶν μεθ’ ἕλκους καταγμάτων ἰδίαν ποιεῖσθαι τὴν διδασκαλίαν,
12. ἐν τοῖς ἐφεξῆς εἰς ἐκεῖνο τοῦ βιβλίου χωρίον
13. ἀνέβαλε καὶ τὸν περὶ τούτων λόγον.

Cliquer un n° de page pour en afficher l’image