ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΙΠΠΟΚΡΑΤΟΥΣ
ΠΕΡΙ ΑΓΜΩΝ ΥΠΟΜΝΗΜΑ Γ.
2. Ταῦτα μὲν δὴ ὅσοισι τὰ μὲν ὀστέα κατέηγεν, ἐξέχει
3. δὲ μὴ μηδὲ ἄλλως ἕλκος ἐγένετο.
5. Περὶ τῶν ἁπλῶν καταγμάτων ἄχρι δεῦρο διηγήσατο,
6. καθ’ ἃ μηδὲ ὑπερεῖχεν ὀστοῦν τοῦ δέρματος εἰς τὸ συμφανὲς,
7. ὡς βλέπεσθαι γυμνὸν, ἀλλὰ μηδὲ τὴν ἀρχὴν ἕλκος ἐγένετο.
8. πρόδηλον μὲν γὰρ ὀστᾶ μὲν ἔχοντα καὶ γυμνούμενα
1. τῶν ὀστῶν οὐκ ἄνευ τοῦ διαιρεθῆναι τούς γε περικειμένους
2. μύας καὶ τὸ δέρμα δύναται παθεῖν. χωρὶς μέντοι τοῦ γυμνωθῆναί
3. τι τῶν κατεαγότων ὀστῶν ἕλκος γίνεσθαι δύναται.
4. μεταβαίνει τοιγαροῦν ἤδη καὶ διαλέγεται περὶ τῶν μεθ’
5. ἑλκώσεως καταγμάτων ἤτοι μόνον γενομένων ἢ καὶ μετὰ
6. τοῦ γυμνωθῆναί τι τῶν ὀστῶν.