2. Τὰ μὲν οὖν ἄλλα πάντα παραπλησίως χρὴ ἰητρεύειν, ὥστε
3. ἄνευ ἑλκωσίων ὀστέα καταγνύμενα, τοὺς δὲ νάρθηκας οὐ
4. χρὴ προστιθέναι. διὰ τοῦτο καὶ τὰ ὀθόνια χρὴ τούτοισιν
5. πλείω εἶναι ἢ τοῖσιν ἑτέροισιν, ὅτι τε ἧσσον πιέζεται,
6. ὅτι τε οἱ νάρθηκες βραδύτερον προστίθενται.
8. Τοὺς νάρθηκας ἐπιβάλλειν φυλάττεται τοῖς ἡλκωμένοις
9. κατάγμασι δεδιὼς δηλονότι τὴν ἐξ αὐτῶν θλίψιν. δι’ αὐτὸ
10. δὲ τοῦτο καὶ τοῖς ὀθονίοις ταῦτα μὴ πιέζειν ἐκέλευσε καὶ
11. δι’ ἄμφω δὲ ταῦτα πλέοσιν αὐτοῖς χρῆσθαι. μέμνησο τοιγαροῦν
12. ὡς αὐτὸς εἶπεν ὀθονίοισι πλείοσι χρῆσθαι, διότι
13. τε ἧττον πιέζεται καὶ οἱ νάρθηκες βραδύτερον
14. προστίθενται.