17. Ἢν μέντοι τοὺς νάρθηκας προστιθῇς, μη κατὰ τὴν ἴξιν
18. τοῦ ἕλκεος προστιθέναι, ἀλλ’ ὥστε καὶ χαλαρῶς προστιθέναι,
1. προθυμεύμενος ὅκως μηδεμία σφίγξις μεγάλη
2. ἔσται ἀπὸ τῶν ναρθήκων. εἴρηται δὲ τοῦτο καὶ ἐν τοῖσι
3. πρότερον γεγραμμένοισι· τὴν μέντοι δίαιταν ἀκριβεστέρην
4. καὶ πλείω χρόνον χρὴ ποιέεσθαι, οἶσιν ἐξ ἀρχῆς
5. ἕλκεα γίνεται, καὶ οἶσιν ὀστέα ἐξίσχει, καὶ τὸ ξύμπαν δὲ
6. εἰρῆσθαι ἐπὶ τοῖσιν ἰσχυροτάτοισι τρώμασιν ἀκριβεστέρην
7. καὶ πουλυχρονιωτέρην εἶναι χρὴ τὴν δίαιταν.
9. Τὴν κατὰ τὸ μῆκος ἴξιν ἀκούειν προσήκει νῦν, κατὰ
10. ταύτην γὰρ οἱ νάρθηκες ἐπιβάλλονται. ἔμπροσθεν μὲν ὡς
11. κωλύων νάρθηξι χρῆσθαι τὸν λόγον ἐποιεῖτο, νῦν δὲ ὡς
12. συγχωρῶν ἐνίοτέ φησιν· ἢν μέντοι τοὺς νάρθηκας προστιθῇς,
13. ὅπερ ἐγὼ ποιεῖν ἐπὶ τῶν τοιούτων εἴωθα· καὶ αὖ
14. σκέλει πράττειν οὐκ ἔχω διατείνεσθαι, μηδένα αὐτοῦ
15. διορισμὸν προστιθέντος. ὃ δ’ ἐγὼ ποιῷ καὶ δὴ φράσω.
16. τῶν μετὰ κατάγματος ἑλκώσεων ἐνίοτε κατὰ τὸ μῆκος
17. τοῦ κώλου γιγνομένων ἐγχωρεῖ τοὺς νάρθηκας ἑκατέρωθεν
18. τοῦ ἕλκους ἐπιβάλλειν. ὅταν δὲ ἐγκάρσιον γένηται
1. τὸ ἕλκος, κωλύει τὴν ἐπίθεσιν τῶν ναρθήκων καὶ
2. μάλιστα εἰ μεῖζον ᾖ.