5. Ἡ αὐτὴ δὲ ἰητρείη τῶν ἑλκέων καὶ οἶσιν ὀστέα μὲν
6. κατέηγεν, ἕλκος δὲ ἐξ ἀρχῆς μηδὲν ᾖ. ἢν δὲ ἐν τῇ
7. ἰητρείῃ ἕλκος γένηται ἢ τοῖσιν ὀθονίοισιν μᾶλλον πιεχθέντος
8. ἢ ὑπὸ νάρθηκος ἐνέδρης ἢ ὑπὸ ἄλλης τινὸς
9. προφάσιος. γινώσκεται μὲν οὖν τὰ τοιαῦτα, ἢν ἕλκος
10. ὑπῇ τῇ τε ὀδύνῃ καὶ τοῖσι σφυγμοῖσιν, καὶ τὸ οἴδημα
11. τὸ ἐν τοῖσιν ἄκροισιν, σκληρὸν γίνεται τῶν τοιουτέων
12. καὶ εἰ τὸν δάκτυλον ἐπαγάγοις ἐξαείραται, ἀτὰρ καὶ
13. αὖθις ὑποτρέχει ταχέως. ἢν οὖν τι τοιοῦτον ὑποπτεύῃς,
14. λύσαντα χρὴ, ἢ μὲν ᾖ κνησμὸς κατὰ τὰς ὑποδεσμίδας
15. ἢ ἐπὶ τὸ ἄλλο τὸ ἐπιδεδεμένον πισσηρῇ κηρωτῇ ἀντὶ τῆς
16. ἑτέρης χρῆσθαι.
18. Ὁ λόγος αὐτῷ νῦν ἐστι περὶ τῶν ἐπιγινομένων ἑλκῶν
19. τοῖς κατάγμασιν ἐν τῷ χρόνῳ ἐκ τῆς τῶν ναρθήκων ἐπιδέσεως.
1. ἐδήλωσεν οὖν τάς τε τῶν γενέσεων αὐτῶν αἰτίας
2. καὶ τὰ σημεῖα, δι’ ὧν ἄν τις γνωρίσαι γεγονὸς ἕλκος.
3. εἶτα συμβουλεύει μὴ περιμένειν τὸν εἰθισμένον τρόπον τῆς
4. ἐπιδέσεως, ἀλλὰ θᾶττον ἀφελόντα τοὺς ἐπιδέσμους τὴν προσήκουσαν
5. ποιεῖσθαι θεραπείαν ἣν αὐτὸς σαφῶς ἔγραψεν.