8. Ἤν δὲ τούτων μὲν μηδὲν ᾖ, αὐτὸ δὲ τὸ ἕλκος ἠρεθισμένον
9. εὑρίσκεται μέλαν ἐπὶ πουλὺ ἢ ἀκάθαρτον, καὶ τῶν μὲν
10. σαρκῶν ἐκπυησομένων, τῶν δὲ νεύρων προσεκπεσουμένων,
11. τουτέους οὐδὲν δεῖ ἀναψύχειν παντάπασιν, οὐδέ τι φοβεῖσθαι
12. τὰς ἐκπυήσιας ταύτας, ἀλλ’ ἰητρεύειν. τὰ μὲν
13. ἄλλα παραπλήσιον τρόπον, ὥσπερ καὶ οἷσιν ἐξ ἀρχῆς
14. ἕλκος ἐγένετο.
16. Ἀναψύχειν ἔοικεν ἐπὶ τοῦ γυμνῶσθαι φέρειν, ὅπερ
17. σημαίνει τὴν καταγματικὴν ἐπίδεσιν ἀφελόντας, ὡς ἕλκος
18. μὲν θεραπεύειν. οὐ γὰρ δὴ τό γε μηδὲν ἐπιτιθέναι καὶ
1. παντάπασιν ἐᾷν γυμνὸν ἀναψύχειν ὠνόμασε προσγεγραμμένον,
2. οὐδὲ τὸ ἀναψύχειν τὸ παντάπασι δείκνυταί τι διὰ
3. μέσην ὁδὸν ἐπιμελείας. εἴη δ’ ἂν μέση τοιάδε τις, εἰ τὸ
4. ἕλκος, ὡς εἴρηκεν, ἔχον τι τῶν προειρημένων σημείων κινηθέντων
5. αὐτίκα τελευτῆσαι βούλεται τὴν καταγματικὴν
6. ἐπίδεσιν, ἐπιμέλειάν τε ποιησάμενος τῶν κατὰ τὸ ἕλκος
7. ἡμέρᾳ μιᾷ καὶ δευτέρᾳ πάλιν ἐπιδήσαιμεν τὸ κῶλον, ὡς
8. αὐτὸς ἐκέλευσε διὰ τῆς ἐχομένης λέξεως.