11. Τοῖσι δὲ ὀθονίοισιν ἄρχεσθαι χρὴ ἐπιδέοντα ἀπὸ τοῦ οἰδήματος
12. τοῦ ἐν τοῖς ἀκραίοις πάνυ χαλαροῖσι καὶ ἔπειτα
13. ἐπινέμεσθαι τῇ ἐπιδέσει αἰεὶ ἐς τὸ ἄνω καὶ πεπιέχθαι
14. μὲν μηδαμῇ. ἡρμόσθαι δὲ μάλιστα κατὰ τὸ ἕλκος τὰ
15. μὲν ἄλλα ἐπὶ ἧσσον, τὰ δὲ ὀθόνια τὰ πρῶτα ταῦτα μὲν
16. καθαρὰ ἔστω καὶ μὴ στενά· τὸ δὲ πλῆθος τῶν ὀθονίων
17. ἔστω ὅσονπερ καὶ ἐν τοῖσι νάρθηξιν εἰ ἐπιδέοιτο ἢ ὀλίγῳ
18. ἔλασσον.
1. Ἐν τούτῳ τῷ λόγῳ δῆλός ἐστιν ἐπίδεσιν ἀξιῶν
2. ἀρξαμένην ἀπὸ τοῦ οἰδήματος, ὅπερ ἂν ἐν ἄκροις τοῖς κώλος
3. γένηται προσεπινέμεσθαι κατὰ τὸ συνεχὲς ἀπ’ ἐκείνου
4. καὶ ἀνέρχεσθαι μέχρι τοῦ κατάγματος, ἔνθα ἡ ἕλκωσίς
5. ἐστιν, ὡς συνῆφθαι τὴν θεραπευτικὴν τῶν οἰδημάτων ἐπίδεσιν
6. τῇ καταγματικῇ καὶ μίαν τάσιν γενέσθαι διὰ μικρῶν
7. ἐπιδέσεων συντελουμένων. ἀξιοῖ δ’ αὐτὴν ἡρμόσθαι κατὰ
8. τὸ ἕλκος, ὅπερ ἐστὶ χαλαρὰν, σφίγγειν δ’ οὐδέπω. τά τ’
9. ἄλλα μέρη τὰ κατὰ τὸ κάταγμα κελεύει, [καθάπερ ἐπὶ τῶν
10. χωρὶς τὸ κάταγμα ἑλκῶν, οὕτω καὶ νῦν ἧσσον πεπιέχθαι.]
11. φυλάττει γὰρ ἀεὶ τὸ μᾶλλον ἐκεῖνο πεπιέχθαι τὸ μέρος ἐπὶ
12. πάσης ἐπιδέσεως, ὅθεν ἐκθλίβεσθαι βούλεται τὸ δ’ αἷμα.
13. τὰς δ’ ἐπὶ τῶν ἄκρων αὐτῶν τῶν οἰδισκομένων ἐπιβολὰς
14. τῶν ὀθονίων χαλαρωτέρας εἶναι κελεύει, τοσοῦτον αὐτῶν
15. μόνον φροντίζων, ὡς εἰς μίαν ἕνωσιν ἐπιδέσεως ἀγαγεῖν·
16. οὐ μὴν τὸ σύμπαν τῆς ὅλης θεραπείας κεφάλαιον αὐτοῖς
17. ἀνατίθησιν. οὐ γὰρ τοιαῦτά ἐστιν ἃ θεραπεύειν νῦν τοὺς
18. μελασμοὺς καὶ νεκρώσεις ἀγμῶν ἔοικεν. εἰρήκει γὰρ ὑπὲρ
19. αὐτοῦ κατὰ λέξιν οὕτως· καὶ τὸ οἴδημα τὸ ἐν τοῖς ἄκροις
1. σκληρότερον γίγνεται τῶν τοιούτων, καὶ εἰ τὸν δάκτυλον
2. ἐπάγοις, τὸ ἔρευθος ἐξαείραται καὶ αὖθις ὑποτρέχει ταχέως
3. κατὰ τὸ μέγεθος. ταῦτ’ οὖν συμπτώματα μέν ἐστιν οἰδημάτων,
4. ὅθεν εἰκότως τὰ μέλη παντάπασιν αὐτῶν, ὥσπερ
5. τῶν μαλθακῶν, οὔτε τὸ κῦρος ὅλης θεραπείας ἐπ’ αὐτὰ
6. μετατίθησιν.