9. Ἐπὶ δὲ αὐτὸ τὸ ἕλκος ἱκανὸν σπληνίον τῇ λευκῇ κηρωτῇ
10. κεκρισμένον, ἤν τε γὰρ σὰρξ ἤν τε νεῦρον μελανθῇ,
11. προσεκπεσεῖται. τὰ γὰρ τοιαῦτα οὐ χρὴ δριμέσιν ἰητρεύειν,
12. ἀλλὰ μαλθακοῖσιν, ὥσπερ τὰ πυρίκαυτα, μετεπιδεῖν
13. δὲ διὰ τρίτης, νάρθηκας δὲ μὴ προστιθέναι, ἀτρεμέειν
14. δὲ ἐπὶ μᾶλλον ἢ τὸ πρόσθεν καὶ ὀλιγοσιτέειν. εἰδέναι
15. δὲ χρὴ εἴτε σὰρξ εἴτε νεῦρον τὸ ἐκπεσούμενόν
16. ἐστιν, ὅτι οὕτω πολλῷ μὲν ἧσσον νέμεται ἐπὶ πλεῖον,
17. πολλῷ δὲ θᾶσσον ἐκπεσεῖται, πολλῷ δὲ ἰσχνότερα τὰ
18. περιέχοντα ἔσται, ἢ εἴ τις ἀπολύσας τὰ ὀθόνια ἐπιθείη
1. τι τῶν καθαρτικῶν φαρμάκων ἐπὶ τὸ ἕλκος. καίτοι καὶ
2. ἢν ἐκπέσῃ τὸ ἐκπυησόμενον, θᾶσσόν τε σαρκοῦται ἐκείνως
3. ἢ ἑτέρως ἰητρευόμενον καὶ θᾶσσον ὠτειλοῦται. πάντα
4. μήν ἐστι ταῦτα ὀρθῶς ἐπιδεῖν καὶ μετρίως ἐπίστασθαι.
5. προσσυμβάλλεται δὲ καὶ τὰ σχήματα ἢν οἷα χρὴ εἶναι
6. καὶ ἡ ἄλλη δίαιτα καὶ τῶν ὀθονίων ἡ ἐπιτηδειότης.
8. Διὰ τί μὲν γὰρ οὐ χρὴ δριμέσι θεραπεύειν φαρμάκοις
9. τοῖς τοιούτοις ἕλκεσιν, αὐτὸς εἶπεν εἰκάσας πυρικαύτοις
10. αὐτὰ, ἐπειδὴ γέγονεν ἐξ ἐπικράσεως τῶν δριμέων καὶ θερμῶν
11. χυμῶν. εὐθέως δὲ ὃ συνενδείκνυται καὶ πισσηρὰ κηρωτὴ,
12. ὡς ἔστι δριμυτέρα τῆς λευκῆς· ἡ γάρ τοι πίσσα
13. ὅσον ἐστὶ θερμοτέρα κηροῦ, κατὰ τοιοῦτον καὶ δριμυτέρα.