9. Σημεῖον δὲ τόδε ἢν μέλλῃ ὀστέων ἀπόστασις ἔσεσθαι ἐν τῷ
10. τρόπῳ τούτῳ τῆς ἰητρείης, πῦον γὰρ συχνὸν ῥεῖ ἐκ τοῦ
11. ἕλκεος καὶ ὀργᾷν φαίνεται.
13. Ὅταν πλέον ᾖ τὸ ἀποῤῥέον πῦον ἢ κατὰ τοῦ ἕλκους
14. μέγεθος ὑποπτεύειν χρὴ, πεπονθέναι τὸ ὑποκείμενον ὀστοῦν.
15. ἐὰν οὖν καὶ ὀργᾷν φαίνεται, τουτέστιν ἐπειγόμενον πρὸς
16. τὴν ἀπόκρισιν τὸ πεπονθὸς μέρος, ἔχῃς ἂν ἤδη βεβαίαν
17. τὴν γνῶσιν. πόθεν οὖν ὅτι πρὸς τὴν ἀπόκρισιν ἐπείγεται;
18. πρῶτον μὲν ἐξ αὐτῶν τῶν χειλῶν τοῦ ἕλκους οὐκ ἐθελόντων
1. συνιέναι πρὸς ἄλληλα, διισταμένων τε καὶ ἐκτρεπομένων,
2. εἶτα καὶ τῆς τοῦ κάμνοντος αἰσθήσεως ἐν τῷ βάθει
3. κινήσεώς τινος ἀμυδρᾶς αὐτῷ φαινομένης, ὅταν ἔστ’ ἂν
4. ἀπαγαγὼν τῶν ἄλλων ἁπάντων τὰς αἰσθήσεις καὶ τὴν διάνοιαν
5. ἐκείνῳ μόνῳ τῷ μορίῳ προσέχῃ τὸν νοῦν, ἐν ᾧ τὰ
6. προειρημένα συμπτώματα.